16. Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα ἰσχνὰ, σμικρὰ, πνιγώδεα,
17. ὅτε χάνοι μὴ ῥηϊδίως συνάγειν τε καὶ ἐκκλείειν
1. τὸ στόμα, παρακρουστικὰ, ἐκ τοιουτέων. φρενιτικοὶ καὶ
2. ὀλέθριοι.
4. Ὅτι μὲν οὖν ἐπὶ τοιούτοις συμπτώμασιν ἐνίοτε γίνεται
5. φρενῖτις, ὅτι τε γιγνομένη πάντως ἐστὶν ὀλέθριος ὀρθῶς
6. εἴρηται. μὴ μέντοι παρυπονοήσαις ἔσεσθαι τοῖς εἰρημένοις
7. συμπτώμασιν ἐξ ἀνάγκης φρενῖτιν, οὐδὲν γὰρ πρόσκειται
8. τῇ συνδρομῇ τῶν συνενδεικνυμένων πεπονθέναι τὸν
9. ἐγκέφαλον. ἐκ δὲ τοῦ τὰ κατὰ τὸν φάρυγγα κακῶς διακείμενα,
10. τὸν τοιοῦτον ἄνθρωπον ἔχειν ἄνευ τινὸς ὄγκου παρὰ
11. φύσιν, οὐ δυνάμενον ὁπότε χάνῃ συνάγειν ἑτοίμως τὴν γένυν
12. καὶ ἐκκλείειν τὸ στόμα, τεκμαίροιτ’ ἄν τις ἐνίοτε πεπονθέναι
13. τὴν ἀρχὴν τῶν νεύρων. ἄρχεσθαι γὰρ εἰκός ἐστιν,
14. ὡς ἐπὶ τῶν φαινομένων μορίων τὰς διαθέσεις, οὐκ ἀθρόως
15. ὅλων ἤτοι φλεγμαινόντων ἢ οἰδισκομένων ἢ ἐρυσιπέλατα
16. ἰσχόντων, ἀλλὰ ἐφ’ ἑνός τινος αὐτῶν τόπον, κατὰ τὸν αὐτὸν
17. τρόπον ἐπὶ τῶν ἐν τῷ βάθει κειμένων. μέγεθος οὖν
18. ἀξιόλογον ἔχοντος τοῦ ἐγκεφάλου καὶ πολλὰς νεύρων ἐκφύσεις
1. εἰκός ἐστιν, ἄλλοτ’ ἀπ’ ἄλλων αὐτῶν πρώτων ἄρχεσθαι
2. τὴν φλεγμονὴν αὐτοῦ. καθ’ ὅ τι δ’ ἂν μέρος πάθῃ,
3. κατ’ ἐκεῖνο καὶ τὰς τῶν νεύρων ἐκφύσεις πασχούσας ἀδυνάτους
4. γίνεσθαι κινεῖν τοὺς μῦς εἰς οὓς ἐμφύονται τὴν
5. τοίνυν κάτω γένυν, ἑτέρων μὲν μυῶν ἀνοιγόντων, ἑτέρων δὲ
6. κλειόντων, ὅταν μὲν ἐν τοῖς τῶν διανοιγόντων μυῶν νεύροις
7. ἡ διάθεσις γένηται, δυσκόλως ἀνοιγνύουσιν·
8. ὅταν δ’ ἐν τοῖς τῶν κλειόντων, οὐ ῥᾳδίως κλείουσιν. ἐνδεχομένου
9. δὲ ὄντος αὐτοὺς μόνους ἐνίοτε τοὺς μῦς πεπονθέναι,
10. χωρὶς τῆς τῶν νεύρων ἀρχῆς, οὐκ ἀναγκαῖόν ἐστι
11. τοῖς εἰρημένοις συμπτώμασιν ἀκολουθεῖν φρενῖτιν. οὐδὲ
12. γὰρ ὃ μάλιστα αὐτὸν ἔπεισεν, ὑποπτεῦσαι πεπονθέναι τὴν
13. ἀρχὴν τῶν μυῶν, ἔστι δὲ τοῦτο τῶν κατὰ τὸν φάρυγγα χωρίων
14. ἡ ἰσχνότης, τῶν ἀναγκαίων ἐστὶ μορίων. ἐγχωρεῖ γὰρ
15. τοὺς ἐν τῷ φάρυγγι μῦς φλεγμαίνοντας τὸ πνιγῶδες ἐργάζεσθαι
16. σύμπτωμα, μὴ δυναμένους φανῆναι, μηδ’ ἂν ἐπὶ
17. πλεῖστόν τις διανοίξῃ τὸ στόμα, ὡς εἴ γε χωρὶς τῆς τούτων
18. φλεγμονῆς γίνοιτο τὰ εἰρημένα συμπτώματα, σκοπεῖσθαι
1. χρὴ μή τις τῶν μυῶν μόνων τῶν κινούντων τὴν κάτω
2. γένυν ἰδία τίς ἐστι διάθεσις. ἐὰν γὰρ μήθ’ οὗτοί τι πεπονθότες
3. ὦσι μήθ’ οἱ τοῦ λάρυγγος, εὐλόγως ἄν τις αἰτιάσαιτο
4. τὴν ἀρχὴν τῶν νεύρων. ἐὰν μέντοι διὰ τὴν ἀρχὴν
5. ᾖ τὰ τοιαῦτα συμπτώματα γεγονότα, χαλεπωτάτην εὔλογον
6. εἶναι τὴν διάθεσιν, ὡς καὶ σπασμὸν ἀκολουθῆσαι. μεμαθήκαμεν
7. γὰρ ἐπὶ ταῖς τῶν μυῶν τάσεσι διὰ τὴν ἀρχὴν γινομέναις
8. ἕπεσθαι σπασμόν. οὐκ ἐμνημόνευσα δὲ ἐν ᾧ διῆλθον
9. λόγῳ τῶν ἐπὶ τοῖς τοῦ τραχήλου σπονδύλοις εἰς τὸ
10. πρόσω ῥεύσασι κυναγχικῶν, διά τε τὸ σπάνιον τῆς διαθέσεως,
11. ὅτι τέ μοι δοκοῦσι καὶ τότε συμφλεγμαίνειν οἱ τοῦ
12. λάρυγγος μύες.