5. Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις κακόν· ὡς καὶ Ἀρχεκράτει.
6. ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; ῥῖγος
7. ἐπὶ τούτοισι κάκιστον.
9. Αἱ λευκαὶ διαχωρήσεις ὅτι καὶ δι’ ἐδεσμάτων
10. χρόαν γίνονται πρόδηλον. ὁρῶμεν γὰρ ὅσοι γάλα προσηνέγκαντο
11. μόνον ἢ ἄρτον καθαρὸν ἢ χόνδρον ἢ θέρμους ἤ τι
12. τοιοῦτον, τὴν διαχώρησιν αὐτῶν λευκὴν γινομένην, εἰ παραβάλλοιτο
13. τοῖς φακῆν ἐδηδοκόσιν ἢ κράμβας ἢ ἑφθὸν αἷμα
14. λαγωῶν ἢ ζωμὸν μέλανα τῶν διὰ σιραίου πολλοῦ σκευαζομένων.
15. ἀλλ’ ὅμως καὶ τοῖς ἐδέσματα λευκὰ προσενεγκαμένοις
16. προσαπερχόμενόν τι τῆς ξανθῆς χολῆς χρώννυσι τὴν διαχώρησιν,
17. ὡς ὠχροτέραν φαίνεσθαι τῶν ἐδηδεσμένων. ὅταν
18. οὖν ἀκούσῃς τινὸς τῶν ἰατρῶν ἐπὶ τῶν ἰκτεριώντων λέγοντος
1. λευκὰ γίνεσθαι τὰ διαχωρήματα, δεῖ πρὸς τὰ
2. κατὰ φύσιν ἔχοντα αὐτὰ παραβάλλειν καὶ πρὸς παραβολὴν
3. τούτων γεγονέναι τὸν λόγον αὐτῷ καὶ καθάπερ ἄλλοι πολλοὶ
4. τῶν ἰατρῶν ἔγραψαν, λευκὰ διαχωρήματα γίγνεσθαι τοῖς
5. ἰκτεριῶσιν. οὕτω καὶ νῦν οὗτος ἐπὶ τῶν φρενιτικῶν εἶπεν,
6. ὡς εἰ καὶ μηδ’ ὅλως ἔχοντα τὴν ξανθὴν χολὴν εἴρηκε. γίνεται
7. δὲ τοῦτο μηκέτ’ αὐτῆς εἰς τὴν γαστέρα συῤῥεούσης,
8. ἀλλὰ τῷ πρὸς ὅλον τὸ σῶμα φερομένῳ κατὰ τὴν ἀνάδοσιν
9. αἵματι συναναφερομένης, διὰ στέγνωσίν τινα τοῦ καταφέροντος
10. αὐτὴν εἰς τὴν γαστέρα πόρου, καθάπερ ἐπὶ τῶν
11. ἰκτεριώντων ἢ διὰ σφοδρὰν πύρωσιν ἐν τοῖς ἄνω τοῦ ἥπατος
12. μορίοις ἀναρπάζουσαν τὸ αἷμα σὺν τῇ χολῇ. κατὰ μὲν
13. οὖν τὸν πρῶτον τρόπον ἀναφερομένης εἰς ὅλον τὸ σῶμα τῆς
14. χολῆς ἡ βλάβη γίνοιτ’ ἂν ἐξ αὐτῆς τοῖς κατὰ τὸν ἐγκέφαλον,
15. ἤδη καὶ πρόσθεν ἐκκεχολωμένοις. κατὰ δὲ τὸν δεύτερον
16. τρόπον οὐ μόνον αἴτιον βλαβερὸν ἡ τῆς χολῆς ἀνάδοσις,
17. ἀλλὰ καὶ σημεῖον ἔσται θερμασίας παμπόλλης, ἐνδεικνυμένης
18. ὑπάρχειν ἐν αὐτῷ. τὸ δ’, ὡς καὶ Ἀρχεκράτει
1. πρόσκειται, συγγράμματι μὲν οὐ πάνυ προστιθέμενον, ὡς
2. ἔφην, ὑπομνήματι δὲ πρέπον καὶ μάλισθ’ ὅταν ἑαυτὸν ὁ
3. γράφων ἀναμιμνήσκειν ἐθέλει. τῶν δ’ ἑξῆς εἰρημένων τὸ
4. μὲν, ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται; δοκεῖ μοι
5. προσγεγράφθαι, ὡς τοῦ Ἀρχεκράτους οὕτως διατεθέντος.
6. ἀλλ’ ἐπειδὴ μὴ διὰ παντὸς ἥ τε πεῖρα δείκνυσιν ὅ τε λόγος
7. ἐνδείκνυται, λέγεσθαι δεῖ ἐπὶ τοῖς εἰρημένοις νωθρότητα οὐ
8. προσηκόντως. νωθρότης γὰρ ἐπὶ ψυχροῖς καὶ παχέσι καὶ
9. γλίσχροις καὶ ὅλως δυσκινήτοις χυμοῖς, οὐκ ἐπὶ θερμοῖς
10. καὶ λεπτοῖς καὶ δριμέσιν, οἷος ὁ τῆς ξανθῆς χολῆς εἴωθε
11. γίγνεσθαι, πλὴν εἰ θανάτῳ πλησίον ἥκοιεν, ὡς διὰ νέκρωσιν
12. ἤδη τῆς δυνάμεως ἡσυχάζειν. καὶ γὰρ διὰ νέκρωσιν
13. τῆς δυνάμεως, οὐ διὰ τὸν χυμὸν γέγονεν. ἀδύνατον δὲ
14. τοὺς οὕτω γενομένους νωθροὺς σωθῆναι, καὶ κοινὸν τοῦτό
15. ἐστι σύμπτωμα τῶν κατὰ δυσκρασίαν ἄμετρον ἀποθνησκόντων
16. ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο
17. νωθρότης τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λόγον
1. καὶ πάντως ἀπέθανεν, οὐχ ὅτι λευκὰ διεχώρησεν ἢ τῆς
2. νωθρότητος ἢ τοῦ θανάτου συμβάν τι, ἀλλὰ διὰ τὸ μέγεθος
3. τοῦ νοσήματος, οὖ σημεῖον ἡ λευκὴ διαχώρησις ἦν. τὸ
4. μέντοι ῥῖγος αὐτοῖς εἶναι κάκιστον οὐχ ἁπλῶς ἀκουστέον.
5. ἐπιφαίνεται γὰρ ἐνίοτε καὶ κρίσιμον ῥῖγος τοῖς φρενιτικοῖς,
6. ἱδρῶσι λύων τὴν νόσον. ἀλλὰ καὶ τὸ κατ’ ἐκεῖνον τὸν χρόνον
7. ῥῖγος εἰρῆσθαι χρὴ νομίζειν ὀλέθριον, ἐν ᾧ διαχωροῦσι
8. λευκά. δέδεικται γὰρ ἐν τοῖς περὶ κρίσεων ἐν ἀπέπτῳ νοσήματι
9. μὴ δύνασθαι γενέσθαι κρίσιν ἀγαθήν. ἄπεπτον δέ
10. ἐστιν ἐν ᾧ συναναφέρεται τῷ αἵματι χολὴ, καθ’ ὃν ἂν
11. χρόνον τοῦτο γίνηται, καὶ μᾶλλόν γε ὅταν ἀμετρίᾳ πυρώδους
12. θερμασίας ἠθροισμένης ἐν ἐγκεφάλῳ, συμβαίνει τι
13. τοιοῦτον.