16. Τοῖσιν ἐξισταμένοισι μελαγχολικῶς, οἶσι τρόμοι
17. ἐπιγίνονται, κακόηθες.
1. Μελαγχολικὴν ἔκστασιν ἀκουστέον τὴν σφοδρὰν καὶ
2. θηριώδη· γίνεται δ’ αὕτη διαβρεχούσης τὸν ἐγκέφαλον ξανθῆς
3. χολῆς κατοπτηθείσης· ἐμάθομεν δὲ ἐν τῷδε τὴν μεταβολὴν
4. αὐτῆς εἰς τὸ μέλαιναν ποιεῖσθαι. ὅταν οὖν ἐπὶ
5. τῇ τοιαύτῃ διαθέσει τρόμος γίνηται, μεγάλως ὑπεξηράνθαι
6. δηλοῖ τὰ νεῦρα καὶ διὰ τοῦτο τὸν ἄνθρωπον ὀλεθρίως ἔχειν.
7. οὐ καλῶς οὖν ἡρμήνευσεν εἰπὼν κακόηθες. ἐσχάτως γὰρ
8. ὀλέθριον ὂν τὸ σύμπτωμα προσηγορίας ἑτέρας ἐδεῖτο. τὸν
9. γοῦν ἐκστάντα μελαγχολικῶς ἐπιγινομένου τρόμου βεβαίως
10. τις ἀποθανεῖσθαι λέγων οὐκ ἂν ἁμάρτοι. κακοήθη δὲ νοσήματα
11. καλοῦμεν ὅσα κίνδυνον ἀπειλοῦντα τοῖς κάμνουσιν
12. οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας ἐλπίδα. βέλτιον οὖν εἰρῆσθαι
13. τὴν γεγραμμένην συνδρομὴν ὀλέθριον ἢ θανατικὴν
14. ἤ τι τοιοῦτον.