Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.15, ed. Kühn, 1829, vol. 16, p. 545-550. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.15


17. Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι φρενιτικοὶ
18. γίνονται.

1. Ἀσύμφωνον μὲν καλοῦμεν τὴν τοιαύτην ἑρμηνείαν.
2. ἀσαφὴς δ’ αὐτῶν ἡ διάνοια γίνεται, δυναμένων ἀλλήλοις
3. ἁπάντων τῶν ὀνομάτων συνάπτεσθαί τε καὶ χωρίζεσθαι.
4. μία μὲν γάρ ἐστι σύνθεσις αὐτῶν, οἱ ἐκστάντες ὀξέως, εἶτ’
5. ἀπ’ ἄλλης ἀρχῆς ἐπιπυρέξαντες ὀξέως. ἄλλη δ’ αὖ πάλιν
6. σύνθεσις τὸ σὺν ἱδρῶτι, ποτὲ μὲν τῷ πρὸ αὐτοῦ, ποτὲ δὲ
7. τῷ μετ’ αὐτὸ συνταττόμενον. δύναται γὰρ καὶ οὕτως ἡ ῥῆσις
8. ἀναγνωσθῆναι, ἐπιπυρέξαντες σὺν ἱδρῶτι, κἄπειτα ἀφ’
9. ἑτέρας ἀρχῆς φρενιτικοὶ γίνονται. δύναται δὲ καὶ σὺν
10. ἱδρῶτι φρενιτικοὺς αὐτοὺς γίνεσθαι λέγειν ὁ γράψας ταῦτα.
11. δῆλον οὖν ἐστιν ὅπερ ἀεὶ λέγω τὰς ἀσαφεῖς ἑρμηνείας οὐδὲν
12. διδάσκειν. ἐννοήσαντας γὰρ ἡμᾶς τὸ ἀληθὲς ἐφαρμόσαι
13. χρὴ δυναμένῃ λέξει προέσθαι τὸν λόγον ἢ κατατριβῆναι μὲν
14. χρόνου πάμπολυ, οὐδὲν δ’ ἡμᾶς ἐπιμαθεῖν. ἐν ᾖ γὰρ χρήσει
15. παρ’ αὐτοῦ χρὴ φέροντα τὸ ἀληθὲς ἐφαρμόζειν πειρᾶσθαι
16. ταῖς κατὰ μέρος λέξεσιν, ἐν ταύτῃ βοήθεια μέν τις
17. ἐξ ἡμῶν τῇ ῥῆσει γίνεται, κινδυνευούσῃ φανῆναι μοχθηρᾷ,
1. διδασκόμεθα δὲ οὐδὲν ἐξ αὐτῆς. ἀλλὰ καίτοι τούτων οὕτως
2. ἐχόντων καὶ φαινομένης ἐναργοῦς τῆς τῶν ἀσαφῶν ἀχρηστίας,
3. ὅμως οὐκ ὀλίγοι τῶν σαφῶν συγγραμμάτων ἥδιον
4. ὁμιλοῦσι τοῖς ἀσαφέσι. μὴ τοίνυν ἐμὲ τοῦ μήκους τῆς
5. ἐξηγήσεως μέμψαιτ’ ἄν τις, ἀλλὰ τὴν ἑαυτῶν ἄλογον ἐπιθυμίαν
6. ὅσοι τὰ τοιαῦτα βιβλία προθύμως ἀναγινώσκουσιν.
7. ἐγὼ μὲν γὰρ ὅτι οὐχ ἑκὼν ἐπὶ τὰς ἐξηγήσεις αὐτῶν ἥκω
8. οἱ ἑταῖροι πάντες ἴσασι καὶ μάλιστα οἱ τῶν νῦν γραφομένων
9. αἴτιοι. μοχθηρῶς δὲ πάντων ἐξηγησαμένων τὸ σύγγραμμα
10. τοῦτο, κἀγὼ τοῖς ἀναγκάσασί με πεισθεὶς ἐπὶ τὴν
11. ἐξήγησιν ἧκον, ἦς αὖθις ἀρξάμενοι λέγομεν. ἐὰν μὲν συνάψαντες
12. ἀλλήλοις τό τ’ ἐκστάντες καὶ τὸ ὀξέως,
13. ἔπειτα δὴ σιωπήσαντες εἴπωμεν, ἐπιπυρέξαντες σὺν ἱδρῶτι
14. καὶ πάλιν ἐφεξῆς, φρενιτικοὶ γίνονται, τὴν ἐξήγησιν ποιησόμεθα
15. τοιάνδε. πρῶτον μὲν ἐπισκεψώμεθα τὸ κοινὸν ἄπορον
16. ἁπασῶν τῶν ἀναγνώσεων. ἐκστάντας γὰρ ὀξέως εἶπεν
17. ἐν ἀρχῇ, οὓς κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη φρενιτικοὺς
18. γίνεσθαι, ὥσπερ οὐχὶ καὶ τῶν ἐκστάντων ἤδη φρενιτικῶν
1. ὄντων. ἐροῦμεν οὖν κατεσπάσθαι τὴν λέξιν ἐνδεικνυμένην
2. διὰ τοῦ ἐπιπυρέξαντες, τὸ καὶ πρότερον αὐτοὺς,
3. οἵπερ ἐξέστησαν, ὀξέως πυρέττοντας ὕστερον παύεσθαι, κἄπειτα
4. πάλιν ἐξ ὑποστροφῆς πυρέξαι σὺν ἱδρῶτι. τούτους
5. οὖν φησι φρενιτικοὺς γίνεσθαι. τὸ μὲν οὖν ὅτι γενήσονται
6. φρενιτικοὶ λογισάμενος ἐκ τῆς ἔμπροσθεν αὐτοῖς γενομένης
7. παρακοπῆς σφοδρᾶς, ἣν διὰ τῆς ἐκστάντες ἐδήλωσε
8. φωνῆς. ἐκ δὲ τοῦ σὺν ἱδρῶτι τὴν ὑποστροφὴν γίνεσθαι
9. βεβαιούμενος τὴν ὑπόνοιαν, ἐπειδὴ τὰς τοιαύτας εἰσβολὰς
10. τῶν πυρετῶν, ἄν τ’ ἐξ ἀρχῆς ἄν τε μεθ’ ὑποστροφῆς γίνωνται,
11. πλῆθος ἴσμεν ἐνδεικνυμένας. ἐπεὶ τοίνυν ὅσα περιττὰ
12. κατὰ τοὺς χυμοὺς ἢ ἐν ποσότητι ἐν αὐτοῖς ἢ ἐν
13. ποιότητι ἀθροίζεται κατὰ τὸ σῶμα, ταῦτα ἐπὶ τοὺς πεπονθότας
14. εἴωθε ῥεῖν τόπους, ἐπεπόνθει δὲ τούτοις ὁ ἐγκέφαλος,
15. οὐκ ἂν γὰρ ἐξέστησαν ὀξέως ἂν ἐπιπυρέξωσι καὶ μάλιστα
16. μεθ’ ἱδρῶτος. εὔλογον οὖν ἐστιν ἐλπίσαι φρενιτικοὺς
17. οὕτως ἔσεσθαι. γνωσθήσεται γὰρ ἡ διάθεσις αὐτῶν
18. ὅλη τοιάδε τις οὖσα, πλήθους χολωδῶν δριμέων εὐθὺς
1. ἐν ἀρχῇ ῥυέντος ἐπὶ τὸν ἐγκέφαλον ἐκστῆναί τινι συμβαίνει,
2. τούτου δ’ αὖθις εἰς ἕτερόν τι μόριον μεταῤῥυέντος παύσασθαι
3. τὴν ἔκστασιν. ἂν δ’ ἐπιπυρέξωσιν οὗτοι μεθ’ ἱδρῶτος,
4. ἐπὶ τὸ πεπονθὸς αὐτοῖς παλινδρομήσει τὸ χολῶδες
5. πλῆθος, ὡς γενέσθαι φρενιτικούς. ἐὰν δὲ τὸ ὀξέως τῷ
6. ἐπιπυρέξαντες συντάξωμεν, ὁ λόγος ἔσται τοιοῦτος. οἱ ἐκστάντες
7. εἶτα παυσάμενοι καὶ πάλιν ἐπιπυρέξαντες ὀξέως σὺν
8. ἱδρῶτι φρενιτικοὶ γενήσονται, τῆς προῤῥήσεως καὶ ταύτης
9. καὶ τῆς προειρημένης οὐκ ἐχούσης τὸ διηνεκὲς, ἀλλ’ ὥσπερ
10. καὶ ἄλλαι πολλαὶ τὸ πλειστάκις. ἐὰν δὲ τῷ σὺν ἱδρῶτι τὸ
11. φρενιτικοὶ γενήσονται συντάξωμεν, ὁ λόγος ἔσται καθ’ ἑτέραν
12. ἀνάγνωσιν τῶν προειρημένων κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως
13. τοιόσδε· κατὰ μὲν τὴν προτέραν οἱ ἐκστάντες ὀξέως,
14. εἶτα ἐπιπυρέξαντες, φρενιτικοὶ σὺν ἱδρῶτι γίνονται· κατὰ
15. δὲ τὴν β΄ οἱ ἐκστάντες φρενιτικοὶ σὺν ἱδρῶτι γίνονται. καὶ
16. δύναται μὲν ὁ γράψας ταῦτα τοιοῦτον ἄῤῥωστον ἑωρακέναι,
17. τὸ πολλάκις δὲ προειρημένον οὐχ ἕξει. πολλὰ μέντοι καὶ
1. ἄλλα τῶν κατὰ βιβλίον τοῦτο γεγραμμένων οὐκ ἔστιν ὡς
2. ἐπὶ τὸ πολὺ γιγνόμενα, τοῦ γράψαντος αὐτὰ θεασαμένου
3. μέν τινας ἀῤῥώστους τοιούτους, οὔπω δὲ γιγνώσκοντος εἴτε
4. τὸ διηνεκὲς ἔχουσιν εἴτε τε τὸ πλειστάκις. ἔοικε γὰρ ἐκ τηρήσεως
5. μᾶλλον οὐ τῆς τῶν παθῶν οἰκείας κατασκευῆς ὁ
6. γράψας ταύτας ἀποφάσεις ἐθέλειν ποιεῖσθαι. τῷ δ’ οὕτως
7. ἀθροίζοντι τὴν ἰατρικὴν θεωρίαν οὐχ ἑκατὸν, ἀλλὰ χιλίων
8. ἐτῶν ἐστι χρεία καὶ διὰ τοῦτο τὴν μικρὰν καὶ ταπεινὴν ὁ
9. Ἱπποκράτης ηὔξησεν ἐπὶ πλεῖστον, οἷς ἔκ τε τῆς ἱστορίας
10. ἔμαθε καὶ αὐτὸς ἐθεάσατο τὴν λογικὴν κρίσιν προσθείς.
11. ἐκ πολλῶν οὖν ὑπονοήσαιεν ἄν τις οὐκ εἶναι τοῦ Ἱπποκράτους
12. σύγγραμμα τὸ βιβλίον τοῦτο, πολυλογεῖ γὰρ ἐμπειρικῶς
13. αὐτὸ συνθεὶς, μὴ δυνάμενος εἰς τὸ καθόλου λογικῶς
14. ἀναγαγεῖν τὰ θεωρήματα.

Cliquer un n° de page pour en afficher l’image