5. Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίχνουν
6. ἔχοντα, μανικά· οἷον καὶ ἡ Ἑρμοζύγου ἐκμανεῖσα ὀξέως
7. ἄφωνος ἀπέθανε.
9. Εἰ τινάς που θέρους ὥρᾳ καύματος ἰσχυροτάτου διὰ
10. κόνεως ὁδοιπορήσαντας, τεθέασαι ξηροὺς ἱκανῶς ἔχοντας
11. τοὺς ὀφθαλμοὺς, ὡς δοκεῖν τοῦ καλουμένου χνοῦ μεστοὺς
12. εἶναι, τούτους ἐν νῷ λαβὼν νοήσεις ὃ βούλεται δηλοῦν ἡ
13. προκειμένη ῥῆσις. ἔστι γὰρ τῶν κατ’ αὐτὴν εἰρημένων τὸ
14. κυριώτατον τοῦτο. κοινὸν μὲν οὖν τῶν τε μαραινομένων
15. καὶ τῶν σφοδρότατα φρενιτιζόντων, οὐ μὴν δυσχερῆ τὴν
16. γνῶσιν ἐχόντων τῶν μαραινομένων ἑωρακότι ποτὲ κἂν ἕνα.
17. τοῖς μὲν γὰρ μαραινομένοις ἐκτέτηκε πᾶν ὅσον ἐστὶ κατὰ
18. τὸ πρόσωπόν τε καὶ τοὺς κροτάφους σαρκῶδες, ἅμα τῷ καὶ
1. τοὺς ὀφθαλμοὺς κοίλους ἱκανῶς γεγονέναι. οἱ φρενιτικοὶ
2. δὲ χωρὶς τούτων τὸν ὀφθαλμὸν ἐπίχνουν ἔχουσι, πρὸς τῷ
3. καὶ τὸ βλέμμα θρασὺ μὲν τοῖς φρενιτικοῖς, δειλὸν δ’ εἶναι
4. τοῖς μαραινομένοις. ὁ δὲ ἀσώδης ἔμετος κοινὸν μὲν σύμπτωμα
5. τοῖς τοιούτοις φρενιτικοῖς ἐστι πρός τινας τῶν
6. κακοήθων πυρετῶν, ὥσπερ καὶ ἡ κλαγγώδης φωνή. γίνεται
7. δὲ ὁ μὲν ἀσώδης ἔμετος ἐπί τε χολώδει καὶ δακνώδει χυμῷ,
8. ἡ φωνὴ δὲ κλαγγώδης διὰ ξηρότητα φωνητικῶν ὀργάνων,
9. ὡς ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι δέδεικται. ὅταν
10. οὖν τοῖς φρενιτικοῖς ταῦτα συμπέσοι, μανιωδῶς παραπαίουσιν,
11. ὅπερ ταὐτὸν βούλεται σημαίνειν τῷ σφοδρῶς καὶ γίνεται
12. τοῦτο διά τε τήν κακοήθειαν τοῦ χυμοῦ καὶ τὴν
13. ἄμετρον ξηρότητα, διὸ καὶ ἄφωνοι γίνονται.