16. Ἐν πυρετῷ καυσώδει ἤχων προσγενομένων μετὰ
17. ἀμβλυωγμοῦ καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος,
18. ἐξίστανται μελαγχολικῶς.
1. Γίνεται μὲν ὁ καυσώδης πυρετὸς καὶ δι’ ἄλλας αἰτίας,
2. ὡσαύτως δὲ καὶ διὰ τὸν ἐγκέφαλον φλεγμαίνοντα. τούτῳ
3. γὰρ ἕπεται καὶ ἡ διηνεκὴς παραφροσύνη ἐκ τῶν οἰκείων
4. τῆς φρενίτιδος σημείων. ἐκ δὲ τοῦ πλεονάζοντος ὑγροῦ τῇ
5. κεφαλῇ γεννᾶται πνεῦμα φυσῶδες, διὸ καὶ οἱ ἦχοι γίνονται.
6. ὡσαύτως καὶ ἀμβλυωγμὸς παχέος τινὸς ὑγροῦ ἢ πνεύματος
7. ἐμπίπτοντος τοῖς ὀφθαλμοῖς. ἀλλὰ καὶ κατὰ τὰς ῥῖνας
8. ἐμπεσὸν ὑγροῦ πλῆθος αἴσθησιν ποιεῖ βάρους ἐν αὐταῖς.
9. εἰκὸς δ’ ἔσθ’ ὅτε γίνεσθαι τὴν τῶν εἰρημένων συμπτωμάτων
10. συνδρομὴν καὶ διὰ συνεχῆ πυρετὸν χολώδους ὕλης
11. ἐμφερομένης ταῖς φλεψὶ καὶ στεγομένης ἐκεῖσε, ἑξῆς καὶ
12. πνεύματα φυσώδη πρὸς τὴν κεφαλὴν πέμποντα πρὸς ὦτά
13. τε καὶ ὀφθαλμοὺς, πλῆθός τε κατὰ τὰς ῥῖνας ὑγροῦ. εἰ
14. δέ που ἐγκαυθῇ, εἴτ’ ἐν τῇ κεφαλῇ ἡ ξανθὴ χολὴ εἴτ’ ἐν
15. ὅλῳ τῷ σώματι, πρὸς τὸ μελαγχολικώτερον ῥέπει, κἀκεῖθεν
16. πρὸς αὐτὸν ἐκπέμπεται, καὶ διὰ τοῦτο ἐξίστανται
17. μελαγχολικῶς.