10. Κοιλίης περίπλυσις ἐξέρυθρος κακὸν μὲν ἐν πᾶσι τοῖσι νουσήμασι,
11. οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις.
13. Ὁ μὲν οὖν Ἱπποκράτης ἕν τε τῷ προγνωστικῷ
14. συγγράμματι τῶν σημείων ἑκάστου διδάσκει τὴν δύναμιν,
15. ἐπὶ τέλει τε τοῦ βιβλίου συμβουλεύει τὰς δυνάμεις τῶν
16. εἰρημένων σημείων ἐκλογιζόμενον, ὅπερ ἐστὶν ἀλλήλοις παραβάλλοντα
17. τὴν πρόγνωσιν οὕτω ποιεῖσθαι. τινὰ μὲν γὰρ
1. ὁμοειδῆ τῶν σημείων ἐστὶ, ἄκουε δέ μου νῦν οὕτως ὁμοειδῆ
2. λέγοντος, ὡσεὶ καὶ ὁμογενῆ φθάσας εἶπον. ἔνια δὲ οὔτε
3. γένος ἔχει ταὐτὸν οὔτε εἶδος. ὁμοειδῆ μὲν οὖν ἐστι τὰ
4. καθ’ ἕν τι πάθος γιγνόμενα, τὰ μὲν ἀναπτυόμενα τῆς κατὰ
5. πνεύμονα καὶ θώρακα καὶ τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα,
6. συνελόντα δὲ φάναι, τῶν ἀναπνευστικῶν ὀργάνων διαθέσεως
7. εἶναι σημεῖα. τῶν δ’ αὐτῶν τούτων ὅσα κἀπὶ τῆς ἀναπνοῆς
8. πλημμελεῖται πρώτως· ἔξωθεν γὰρ αὐτῶν ἐστι τὰ
9. κατὰ συμπάθειαν. ἐγκεφάλου δὲ καὶ μηνίγγων, ὅπως διάκειται
10. σημεῖα διὰ μὲν τῶν ἐκκρινομένων, οἷα τὰ διὰ μυκτήρων
11. ἢ ὑπερώας κενοῦται. διὰ δὲ τῶν βεβλαμμένων
12. ἐνεργειῶν ἐν καταφοραῖς ἢ ἀγρυπνίαις ἢ παραφροσύναις ἢ
13. σπασμοῖς ἢ τρόμοις ὅλου τοῦ σώματος. ἐὰν οὖν ἅμα παραφρονεῖ
14. καὶ σπᾶταί τις, εὔδηλον ὅτι μείζων ἐστὶν ἡ διάθεσις
15. ἢ εἰ τὸ ἕτερον ἦν μόνον. οὕτω δὲ κἂν δυσπνοῶν εὐθὺς
16. καὶ πτύει μέλανα. καὶ ταῦτα μὲν οὖν ἴσως οὐκ ἄν
1. τις ὀρθῶς ἀλλήλοις ἐπιπλέκοι, διὰ τῆς ἐν τοῖς βιβλίοις διδασκαλίας.
2. ἀρκεῖ γὰρ ἑκάστου τὴν δύναμιν εἰπεῖν ἐπιτρέψαντα
3. τῷ μανθάνοντι σκοπεῖσθαι πάντα ἐπὶ τῶν ἀῤῥώστων.
4. ἡ δὲ τῶν ἑτερογενῶν σημείων ἐπιπλοκὴ παντάπασιν ἄχρηστος,
5. ἐν βιβλίοις τε γραφομένη καὶ διὰ τῆς ἐν τοῖς λόγοις
6. συνουσίας εἰς γυμνασίαν ἥκουσα. μετὰ γὰρ τὴν τῶν
7. ἁπλῶν ἑκάστου δύναμιν ὁρισθεῖσαν ἀρκεῖ μόνον ἐφεξῆς ἅπαξ
8. εἰπεῖν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης, ὡς ἐκλογίζεσθαι δεῖ τῶν
9. σημείων τὰς δυνάμεις καὶ παραβάλλειν ἀλλήλοις εἰς τὴν
10. περὶ τῶν καμνόντων ἀπόφασιν. ἐὰν δέ τις εἰπὼν κακὸν
11. εἶναι σημεῖον οὖρα μέλανα, προσθῇ τούτῳ κάκιον εἶναι κἂν
12. πτύῃ μέλανα. καὶ τούτου πάλιν ἐφεξῆς φήσει, κἂν διαχωρήσῃ
13. δὲ μέλανα, εἰ δὲ καὶ κατ’ ἀρχὰς, ἔτι κάκιον. ἐφεξῆς
14. τε πάλιν ἔτι κάκιον εἶναι φήσει τεταρταίῳ συμβῆναι τοῦτο,
15. προσθῇ δὲ τούτοις καὶ τὸ κατ’ ἀρχὴν τοῦ προγνωστικοῦ
16. γεγραμμένον καὶ τὸ πρόσωπον νεκρῶδες, ὅπερ ἰδίως ὀνομάζουσιν
17. οἱ ἰατροὶ, ματαίαν ἐπιπλοκὴν γράψει σημείων.
18. οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀδιανόητος, ὡς μὴ νοεῖν ἧττον μὲν
1. ἔχειν κακῶς, ᾧ περὶ πνεύμονα μόνον ἢ θώρακα διάθεσίς
2. ἐστι νοσώδης, ᾧ δ’ ἐν ἀμφοτέροις χεῖρον, ᾧ δὲ πρὸς τούτοις
3. καὶ κατὰ γαστέρα μᾶλλον. εἰ δὲ καὶ καθ’ ἧπαρ ἢ
4. ἐγκέφαλον, ἔτι καὶ μᾶλλον. ἅπερ οὖν ἅπαντες νοοῦσι καὶ
5. χωρὶς τοῦ γραφῆναι, μάτην ταῦτα γράφεται, πλὴν εἰ χάρτας
6. τις ἢ χρόνον ἀπολλύναι βούλεται. τούτου μὲν οὖν ἀεί
7. μοι μέμνησο. πρὸς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. τοῖς
8. κεφαλὴν ὀδυνωμένοις ὀσφύος μὲν ἀλγήματα καὶ τραχήλου
9. καὶ ὑποχονδρίου προσθεῖναι λόγον ἔχει. πλειόνων γὰρ ὁμοειδῶν
10. σημείων γενομένων ἅμα, οὐ μόνον τὸ τῆς διαθέσεως
11. εἶδος ἢ γένος ἀσφαλέστερον, ἀλλὰ καὶ τὸ μέγεθος αὐτοῦ γνωσθήσεται.
12. προστεθέντος τε κώματος ἅμα παραφροσύνῃ καὶ
13. αὐτῶν ἐνδεικνυμένων τὰ κατὰ τὸν ἐγκέφαλον ἔχειν κακῶς, ἥ
14. θ’ ἡμετέρα γνῶσις ἀσφαλεστέρα γενήσεται καὶ ἡ διάθεσις
15. μείζων φανεῖται. προσελθούσης δὲ τῆς ἀπὸ ῥινῶν στάξεως
16. οὐκ ἀσφαλεστέραν ἂν ἔτι φαίην διάγνωσιν εἶναι, ἀλλ’ ἐπιστημονικὴν
17. καὶ βεβαίαν, ἐνδεικνυμένων τῶν σημείων νενικῆσθαι
18. τὴν κατὰ τὸν ἐγκέφαλον δύναμιν ὑπὸ τοῦ νοσήματος.
1. εἰ δὲ καὶ τὸ τῆς τετάρτης ἡμέρας προστεθῇ, βεβαιότατα ἂν
2. οὕτως εἰδείημεν ἐν μεγάλῃ μὲν εἶναι διαθέσει τὸν ἐγκέφαλον,
3. ὀλεθρίως δὲ τὸν ἄνθρωπον ἔχειν. ἐὰν δέ τις τούτοις
4. προσθῇ, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος,
5. ὀλέθριον μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐν τοῖς προειρημένοις,
6. ἀληθὲς μέν τί φησι, περιττὸν δὲ πρὸς τὴν ἐν
7. συγγράμμασι διδασκαλίαν. ὥσπερ εἰ καὶ τούτοις προσθείη
8. μέλανα πτύσματα· κακὰ μὲν γὰρ καὶ ταῦτα, διαθέσεως δ’
9. ἄλλης ἐστὶ παρὰ τὰς προειρημένας γνωρίσματα, καθάπερ
10. καὶ τὰ οὖρα. καὶ γὰρ καὶ ταῦτα μελαινόμενα φαῦλόν ἐστι
11. σημεῖον, ἀλλ’ ἑτέραν διάθεσιν ἐνδείκνυται. κατὰ μὲν οὖν
12. τὸ προγνωστικὸν ἑκάστου τῶν σημείων ἡ δύναμις ἰδίᾳ δηλοῦται
13. καὶ σύνοδος αὐτῶν ἐνίοτε γέγραπται μίαν ἐνδεικνυμένων
14. διάθεσιν. ὡς ἐν ἀρχῇ μὲν ἐπὶ τοῦ νεκρώδους προσώπου,
15. κατωτέρω δὲ ἐπί τε τῶν ἐμπυημάτων καὶ ἐπὶ ὑδέρων
16. καί τινων ἄλλων. ἐνταυθοῖ δὲ πολλάκις ἐν μιᾷ συνδρομῇ
17. τῶν ἑτερογενῶν ἐπιπλέκεται πολλὰ περιττῶς. ἐξέρυθρος
1. οὖν περίπλυσις ἐν ταῖς ἡπατικαῖς διαθέσεσι γινομένη κακῶς
2. ἔζευκται νῦν τοῖς κατὰ τὸν ἐγκέφαλον. ἔστι μὲν οὖν καὶ
3. αὐτὴ καθ’ αὑτὴν οὐκ ἀγαθὸν σημεῖον, ἀῤῥωστίαν ἥπατος
4. ἐνδεικνυμένη, προστεθεῖσα δὲ τῷ κατὰ τὸν ἐγκέφαλον πάθει,
5. κατὰ δύο διαθέσεις ἰσχυρὰς ἐνδείξεται τὸν ἄνθρωπον
6. κινδυνεύειν. ἀλλὰ τί τοῦτο; καὶ γὰρ ἐὰν πλευρῖτις καὶ περιπνευμονία
7. καθ’ ἕνα γένηται χρόνον, ἐπικινδυνότερόν ἐστιν
8. ἢ εἰ θάτερον αὐτῶν μόνον ἐγεγόνει· κἂν δυσεντερικὸς ἐπὶ
9. τούτοις ὁ αὐτὸς ἄνθρωπος γένηται ἔτι, κἂν ὁτιοῦν ἄλλο
10. σὺν αὐτοῖς πάθῃ. ἀλλ’ οὐδεὶς ἐν συγγράμματι τοιαύτας
11. ἐπιπλοκὰς διδάσκει. περιπλύσεις δὲ ὀνομάζει κοιλίας
12. τὰς τῶν λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν διαχωρήσεις,
13. ὡσεὶ καὶ πλύνας τις ὕδατι κοιλίαν ᾑμαγμένην, ἐκχέει τὸ
14. ὕδωρ. οὕτω δὲ καὶ χολώδης λέγεται περίπλυσις, ὅταν οἷον
15. ἄν ἐξ ὕδατος ἐγένετο καὶ χολῆς ὀλίγης μιχθέντων τοιοῦτον
16. φαίνηται διαχωρούμενον. ἀῤῥωστίᾳ δὲ τῆς καθεκτικῆς δυνάμεως
17. τοῦ ἥπατος, ὡς τὰ πολλὰ δὲ σὺν αὐτῇ καὶ τῆς αἱματοποιητικῆς
18. τὸ σύμπτωμα τοῦτο γίνεται, τοῖς ἐμουμένοις
1. περιττώμασιν ἀνάλογον. ὅταν γὰρ ἡ κατὰ τὴν γαστέρα
2. πέψις ἄμεμπτος γίνηται, τοιοῦτον οὐδὲν ἕπεται σύμπτωμα.
3. βαρυνθείσης δὲ ὑπὸ πλήθους ἢ διαφθορᾶς αὐτῆς ἢ καὶ
4. περιττῶν ὑγρῶν ὑπολειφθέντων ἐν τῷ στόματι τῆς κοιλίας
5. οὐ πάνυ τι χρηστῶν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ἐξορμῶσα
6. τοὺς ἐμέτους ἐργάζεται. τοιοῦτον δή τι καὶ κατὰ τὴν τοῦ
7. αἵματος γένεσιν ἐν ἥπατι συμβαίνει. καὶ διὰ τοῦτο ποτὲ
8. μὲν αἱματώδεις γίνονται διαχωρήσεις, ἐνίοτε δ’ ἐξέρυθροι
9. περιπλύσεις, ἐξ αὐτοῦ τοῦ ἥπατος ὑδατώδους ἅμα καὶ αἱματώδους
10. ἰχῶρος εἰς τὴν γαστέρα συῤῥέοντος ἢ βραχέος
11. αἵματος, δριμέος καὶ δακνώδους, ὡς ἂν ἡμιπέπτου λεπτοῖς
12. καὶ ὑδατώδεσιν ὑγροῖς ἀναμεμιγμένου καὶ χρωννύντος αὐτάς.