5. Αἱ τρομώδεες γλῶσσαι σημεῖον οὐχ ἱδρυμένης γνώμης.
7. Εἴρηταί μοι πολλάκις ὡς αἱ τρομώδεις γλῶσσαι
8. δι’ ἀσθένειαν τῆς ψυχικῆς δυνάμεως γίνονται. σημεῖον
9. δ’ ἐστὶν οὐχ ἱδρυμένης γνώμης, διὰ τὸ ἐπὶ τῇ φρενίτιδι
10. γίνεσθαι. πάσχοντος γὰρ τοῦ ἐγκεφάλου καὶ τοῦ πάθους
11. ὄντος θερμοῦ ἠρεμεῖν οὐ δύναται. ὥσπερ γὰρ τοῦ ψυχροῦ
12. τὸ ποιεῖν στάσιμα δυσκίνητά τε καὶ ἀκίνητα ἐν οἷς
13. ἐμφιλοχωρήσει, οὕτως τοῦ θερμοῦ τὸ κινεῖν ἀεὶ καὶ μὴ
14. ἐᾶν ἠρεμεῖν. μέλλων οὖν ὁ Ἱπποκράτης δηλῶσαι τὴν ἐν τῇ
15. κεφαλῇ διάθεσιν ὁποία τίς ἐστιν, οὐχ ἱδρυμένην γνώμην
16. ὠνόμασεν. οὐκ ἔστι δὲ ἡ τρομώδης γλῶσσα τῶν οἰκείων
17. τῆς φρενίτιδος σημείων ἐνταῦθα, ἀλλὰ τῶν κατὰ συμπάθειαν
1. πασχόντων ἑτέρῳ τινὶ πρωτοπαθοῦντι ἢ διὰ γειτνίασιν
2. ἢ διὰ κοινωνίαν τῶν ἐν αὐτῇ μορίων.