5. Ἐπὶ τοῖσι χολώδεσι ἀκρήτοισι διαχωρήμασι τὸ ἀφρῶδες
6. ἐπάνθισμα κακόν· ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ
7. παρενεχθέντι.
9. Ὅτι μὲν ὁ ἀφρὸς γίνεται διὰ ψύξιν καὶ διὰ θερμότητα
10. δῆλον ἐκ τοῦ τοὺς ἀνέμους ἀφροὺς ἐμποιεῖν τοῖς ὕδασι
11. καὶ τὴν ἐν τῷ λέβητι ζέουσαν θερμασίαν. τὸ γοῦν ἐν
12. τοῖς χολώδεσι διαχωρήμασιν ἀφρῶδες ἐπάνθισμα, οἷον ἄνθος
13. ἄνωθεν ἐπικείμενον, ζέσιν οὐ μικρὰν ἐνδείκνυται τῆς
14. τοιαύτης χολῆς. προοδυνῶνται δὲ τὴν ὀσφὺν διὰ τὸ δριμεῖαν
15. εἶναι καὶ δακνώδη τὴν ἐν τοῖς ἐντέροις διερχομένην
16. χολήν. τοῦ γὰρ τοιούτου διαχωρήματος παρενεχθέντος τοῖς
17. ἐντέροις, οὐ τοῖς κατ’ ὀσφὺν μόνον, ἀλλὰ καὶ τοῖς λοιποῖς,
18. ὀδύναι τούτοις ἐπακολουθοῦσι.