2. Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην
3. σημαίνει.
5. Ἐλλιπῶς οὕτως καὶ ἀπροσδιορίστως ῥηθεὶς ὁ περὶ τῶν
6. ἀλγημάτων τῶν πλευρῶν λόγος ἀσάφειαν οὐ τὴν τυχοῦσαν
7. ἐμποιεῖ. ἀλλ’ ἡμεῖς σπουδάζοντες ἐν σαφεῖ διδασκαλίᾳ τὰ
8. πρὸς αὐτοῦ ἀσαφῶς εἰρημένα διδάξαι τῆς ἐξηγήσεως ἐφαψόμεθα.
9. ἀραιὰ ὀδύνη γίνεται ἐν πλευραῖς, ὅταν τι φυσῶδες
10. πνεῦμα γεννᾶται ἐν αὐταῖς. τοῦτ’ οὖν καταλεπτυνθὲν
11. καὶ διαφορηθὲν παύει τὴν ὀδύνην, εἶθ’ ὕστερον πάλιν
12. ἕτερον γεννηθὲν αὔξει ταύτην. ἡ γοῦν οὕτως ἀραιὰ γιγνομένη
13. ὀδύνη παραφροσύνην οὐ σημαίνει. ὅταν δὲ φλεγμαίνῃ
14. ἡ πλευρὰ καὶ ποτὲ μὲν συνεχοῦς αἰσθάνεται τῆς ὀδύνης ὁ
15. κάμνων, ποτὲ δὲ διὰ χρόνου δείκνυσι τὴν γνώμην νοσεῖν,
16. οὐχὶ παντελῶς σημεῖον γοῦν τὸ τοιοῦτο παραφροσύνης.