2. Αἱ μετὰ λυγγὸς ἀφωνίαι κάκιστον.
4. Ἀφωνίαι γίνονται μὲν καὶ διὰ τὴν τῶν φωνητικῶν
5. ὀργάνων βλάβην καὶ διὰ τὴν ἀρχὴν τῶν νεύρων
6. πεπονθυῖαν. ἡ δὲ λὺγξ οἶον σπασμώδης τίς ἐστι τοῦ στόματος
7. τῆς γαστρὸς διάθεσις ἐπὶ πλήθους ὑγρῶν βαρυνομένου
8. ἢ δακνομένου ἢ διὰ ψύξιν ἀνιωμένου. τίνι παθόντων
9. οὖν τῶν φωνητικῶν ὀργάνων λὺγξ ἐπηκολούθησε; λείπεται
10. οὖν ἢ πλῆθος ὑγροῦ τοῦ καὶ τὴν ἀφωνίαν ἐμποιήσαντος
11. παραῤῥυῆναι εἰς τὸ στόμα τῆς γαστρὸς ἢ διὰ τὸ
12. εἶναι δριμὺ ἢ ψυχρόν.