15. Αἱ μετ’ ἐκλύσιος ἀφωνίαι κάκιστον. ἐν ἀφωνίῃ πνεῦμα
16. οἷον τοῖσι πνιγομένοισι πρόχειρον πονηρόν. ἆρά γε καὶ
17. παρακρουστικὸν τὸ τοιοῦτον;
1. Πνίγονταί τε εἰκότως, διότι ἀέρος πλῆθος οὐχ ὑπάρχει,
2. φαινόμενόν τε λέγειν αὐτῷ ἔθος ἐστὶ τὸ τοιοῦτον
3. πνεῦμα. φαίνονται γὰρ οὗτοι πάντες οἱ τὴν τοιαύτην
4. εἰσπνοὴν εἰσπνέοντες, ὅλας κινεῖν τὰς ὠμοπλάτας, ὡς καὶ
5. διὰ τῶν ἀμφιεσμάτων ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν, ὡς ἂν
6. ἰσχυρῶς ἐνεργούντων αὐτῶν τοῖς ἄνω μέρεσι τοῦ θώρακος.
7. εἰκότως οὖν ἐνταῦθα μὲν ὠνόμασε πρόχειρον τὸ τοιοῦτον
8. πνεῦμα, κατὰ δὲ τὸ δεύτερον τῶν ἐπιδημιῶν μετέωρον·
9. πρόχειρον μὲν, ἐπειδὴ φαίνεται προχείρως, ὅπερ ἐστὶν ἑτοίμως
10. τε καὶ ῥᾳδίως τοῖς τὸν κάμνοντα θεωμένοις εἰωθότων
11. ἡμῶν αὐτῶν ἀντιδιαιρεῖν τοῖς ἀποκεκρυμμένοις καὶ μὴ φαινομένοις
12. τὸ πρόχειρον· μετέωρον δὲ, ἐπειδὴ τὰ μετέωρα
13. μέρη τοῦ θώρακος οἱ οὕτως ἀναπνέοντες φαίνονται κινοῦντες.
14. δύναται τοιγαροῦν τὸ τοιοῦτο πνεῦμα καὶ διὰ τὴν τῶν
15. ἀναπνευστικῶν ὀργάνων στενοχωρίαν γίνεσθαι καὶ διὰ τὴν
16. ἀρχὴν τῶν νεύρων πεπονθυῖαν, ἣν ἐδείξαμεν ὀρθῶς τὸν
17. Ἱπποκράτην βλαβεῖσαν ἡγεῖσθαι μεγάλην ἀναπνοὴν ἐργάζεσθαι.
18. δυναμένης οὖν καὶ τῆς ἀφωνίας αὐτῶν τε τῶν
1. φωνητικῶν ὀργάνων βεβλαμμένων καὶ διὰ τὴν ἀρχὴν τῶν
2. νεύρων πεπονθυῖαν γίγνεσθαι καὶ τοῦ προχείρου πνεύματος
3. ὁμοίως, ἄδηλον ἦν ὅσον ἐπὶ τούτοις εἰ παραφρονήσουσι,
4. καὶ διὰ τοῦτο ἀμφιβάλλων εἶπεν, ἆρά γε καὶ παρακρουστικὸν
5. τὸ τοιοῦτον; περὶ μέντοι τοῦ πονηρὸν εἶναι τὸ σημεῖον
6. οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὡς βεβαίως ἐπιστάμενος ἀπεφήνατο.
7. εἰ γὰρ μὴ τῆς ἀρχῆς τῶν νεύρων πεπονθυίας, ἀλλ’
8. αὐτῶν τῶν ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀργάνων βεβλαμμένων
9. ἡ ἀναπνοὴ τοιαύτη μετ’ ἀφωνίας ἐγγένηται,
10. κίνδυνον οὐ τὸν τυχόντα φέρει, πνιγομένων ἐν τάχει τῶν
11. οὕτω διακειμένων.