14. Αἱ ἐπ’ ὀλίγον θρασεῖαι παρακρούσιες θηριώδεές εἰσιν· οὐ
15. μόνον ἐὰν ἐπ’ ὀλίγον χρόνον γίνωνται.
17. Τάχα ἂν εἴποι τις ἐγκαλῶν τῷ λόγῳ τὰς ἐπὶ πολὺ γινομένας
18. θρασείας παρακρούσεις μᾶλλον τῶν ἐπ’ ὀλίγον
1. εἶναι θηριώδεις. ἀλλὰ καὶ ταύτας μὲν οὐδὲ δεόμεθα ἐπιγνῶναι,
2. τὰς δ’ ἐπ’ ὀλίγον γινομένας θρασείας, εἶτα παυσαμένας,
3. ὑποπτεύειν συμβουλεύει καὶ μὴ πιστεύειν αὐταῖς
4. ὡς οὐκ ἐπανελευσομέναις. αἱ μὲν γὰρ ἐπὶ πυρετοῖς θερμοῖς
5. γινόμεναι παρακρούσεις οὐκ ἔχουσι τὸ θρασὺ, ταῖς
6. δὲ φρενιτικαῖς λεγομέναις τοῦθ’ ὑπάρχει. δυνάμει τοιγαροῦν
7. ὁ λόγος ἔσται τοιοῦτος· ὅταν ἴδῃς τινὰ θρασέως
8. παρακρούσαντα, κἂν ὀλίγον ὕστερον παύσηται, γίνωσκε
9. τοῦτον οὐ πυρετοῦ λόγῳ βλαβέντα τὴν γνώμην, ἀλλὰ τῷ
10. φρενιτικὴν ὑποτρέφεσθαι διάθεσιν, ἥτις ὕστερον αὐξηθεῖσα
11. θηριώδης σοι φανεῖται. θηριώδεις δ’ ὀνομάζει παραφροσύνας
12. ἐν αἷς καὶ πατοῦσι καὶ λακτίζουσι καὶ δάκνουσι καὶ
13. χολῶσιν, ὡς ἐπιβούλους τοὺς εἰσιόντας νομίζοντες.