16. Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ ἐφιδρώοντι τὰ
1. ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι
2. καὶ ὀλέθριαι.
4. Τινὰ μὲν, ὡς καὶ πρόσθεν ἔφην, βέβαια γνωρίσματα
5. ἀρχομένων γίνεσθαι νοσημάτων, τινὰ δ’ ἐστὶ μὲν ὡς τὸ
6. πολὺ, ἀλλ’ ἐγγὺς τῶν βεβαίων. ἔνια δ’ οὐκ ἐγγὺς μὲν, οὐ
7. μὴν ἤδη γε πόῤῥω. τινὰ δ’ ἀμφίδοξα καί τινα τούτων ἤδη
8. κατωτέρω, περὶ ὧν ὅταν γράφει, ποτὲ μὲν ἀπορεῖν ὁμολογεῖ,
9. ποτὲ δὲ ὀνομαστὶ μνημονεύει τῶν ἀνθρώπων, ἐφ’ ὧν
10. ἐθεάσατο γενόμενόν τι τοιοῦτον, ὥσπερ καὶ νῦν ἅπαντα ἃ
11. διῆλθε συμπτώματα καὶ ἄλλων ἐστὶ πυρετῶν. ἐγχωρεῖ γε
12. μὴν καὶ φρενῖτιν ἐπ’ αὐτοῖς μάλιστα διὰ τὴν ἐφίδρωσιν
13. τῶν ἄνω. τὸ δ’ ὀλεθρίας εἶναι τὰς τοιαύτας διαθέσεις,
14. ἰάν τε φρενῖτιν ἐνέγκωσιν ἐάν τε μὴ, δῆλόν ἐστι τοῖς τε
15. τῶν ἄχρι δεῦρο λελεγμένων μὴ παρέργως ἀκηκοόσι καὶ μεμνημένοις
16. τῶν ἐν τῷ προγνωστικῷ.