2. Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα σπασμώδεα.
4. Ἔμπροσθεν μὲν εἴρηκε τὸ ἐπιεικὲς ἐπὶ τῶν ἐν ἀρχῇ
5. τῆς νόσου μεταπιπτόντων οὐκ ἀγαθὸν σημεῖον εἶναι, νυνὶ
6. δὲ προέθετο περὶ τίνων μεταπιπτόντων ὁ λόγος ἐστὶν αὐτῷ
7. διαρθρῶσαι. δύναται γὰρ καὶ συμπτώματα ταῖς δυνάμεσιν
8. ἐναντία μεταβάλλειν εἰς ἄλληλα, καθάπερ ἐν τοῖς
9. ἐφεξῆς αὐτὸς εἶπεν, ἄκρεα ἐπ’ ἀμφότερα ταχὺ μεταπίπτοντα
10. κακόν· καὶ ἡ δίψα δὲ ἡ τοιαύτη κακόν. ἐπ’ ἀμφοτέρων
11. γὰρ ἀκουστέον, ἐπὶ μὲν τῶν ἀκρέων ἐκθερμαινομένων σφοδρῶς
12. καὶ πάλιν ψυχομένων ἰσχυρῶς, ἐπὶ δὲ τῆς δίψης γιγνομένης
13. σφοδρᾶς καὶ μετ’ ὀλίγον οἰχομένης τελέως. οὐ
14. ταὐτὸν δὲ τοῦτ’ ἔστι τὸ ἐπιεικὲς ταχὺ μεταπίπτειν. ἐπ’
15. ἐκείνου μὲν γὰρ ἐξ ἀγαθοῦ πρὸς τὸ μοχθηρὸν, αὖθις δ’
16. ἐξ ἐκείνου πρὸς τὸ κατὰ φύσιν ἐπάνοδος γίνεται, κατὰ δὲ
17. τὴν νῦν εἰρημένην ῥῆσιν μετάπτωσις ἐκ μοχθηρῶν συμπτωμάτων
1. εἰς μοχθηρὰ δηλοῦται. αἱ τοιαῦται δὲ ἅπασαι
2. μεταπτώσεις ἐπὶ χυμοῖς μεταῤῥέουσι γίνονται. τοῖς μὲν
3. γὰρ ἑνὶ μορίῳ στηριχθεῖσιν ἓν εἶδος ἕπεται συμπτώματος
4. οἰκεῖον τῇ τε τοῦ μορίου φύσει καὶ τῇ τοῦ χυμοῦ
5. δυνάμει. καὶ μὴν ἐκ τοῦ διαμένειν ἐπ’ αὐτῶν τὴν φρενῖτιν
6. ἐστηρίχθαι τις ἂν ἐν τῇ κεφαλῇ τὸν τὸ πάθος ἐργαζόμενον
7. ὑπονοήσειε χυμόν. ὄντως οὖν κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἡ
8. μετάῤῥυσίς ἐστιν, ἄλλοτε κατ’ ἄλλο μέρος αὐτοῦ τι γινομένη,
9. τὴν μὲν ἰδέαν τοῦ πάθους φυλάττουσα, κατὰ μέρος δ’
10. ὑπαλλάττουσα τὰ συμπτώματα. καὶ νῦν ὁ γράψας τὸ προκείμενον
11. βιβλίον ἐπὶ τῶν τοιούτων μεταπτώσεων ποιεῖται
12. τὸν λόγον, ἵνα κροκυδίζοντες ἢ καρφολογοῦντες ἐφ’ ἡσυχίας
13. πολλῆς ὀλίγον ὕστερον ἀναπηδῶσιν ἢ καί τι μανιῶδες πράξωσιν,
14. εἶτ’ αὖθις ἡσυχάσωσιν ἢ μέμψωνταί τι τῶν ἔξωθεν
15. οὐ παρόν. ὥσπερ οὖν κελεύουσιν ἀπενεχθῆναι τοὺς σαλπιστὰς
16. ἢ τοὺς αὐλητὰς οὐδ’ ἑνὸς τοιούτου παρόντος. ὡς
17. γὰρ τὸ κροκυδίζειν καὶ τὸ καρφολογεῖν βλάβη τῆς ὀπτικῆς
18. ἐστιν αἰσθήσεως, οὕτω ταῦτα τῆς ἀκουστικῆς. καὶ κατὰ
1. τὴν ὀσφραντικὴν δὲ παραπλήσιον γίνεται σύμπτωμα, δυσώδεις
2. τινὰς ὀσμὰς οὐ παρούσας αἰτιωμένων αὐτῶν. εἰσὶ δ’
3. οἳ καὶ τῶν ἐπικειμένων τι κελεύουσιν αἴρειν, ὡς βαρῦνον
4. σφοδρῶς ἢ θερμαῖνον ἢ δάκνον ἢ ψῦχον βαστάζοντες, τῆς
5. ἁπτικῆς αἰσθήσεως ἐν τοῖς τοιούτοις συμπτώμασι βεβλαμμένης.
6. εἰκὸς οὖν ἐστι τὸν συγγραφέα τοῦ βιβλίου τούτου
7. τὰς τῶν συμπτωμάτων μεταπτώσεις αἰτιᾶσθαι, διαμένοντος
8. τοῦ φρενιτίζειν. ἑώρανται γὰρ ἡμῖν οὐκ ὀλιγάκις αἱ τοιαῦται
9. παρακοπαὶ διὰ παντὸς μὲν ἐν τῷ παρανοεῖν ἔτι ὄντος
10. τοῦ κάμνοντος, ὑπαλλαττομένου δὲ τοῖς τρόποις κατὰ πάντα
11. τὰ γένη τῶν ψυχικῶν ἐνεργειῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητικῶν
12. διῆλθεν, οὕτω κἀπὶ τῶν κατὰ λόγον καὶ γνώμην μνήμην
13. τε καὶ νόησιν ὁρῶμεν ἐνίοτε τοῖς φρενιτικοῖς μεταπτώσεις
14. γιγνομένας, ὥστε ποτὲ μὲν ὀργίζεσθαι, ποτὲ δ’ ἐνήδεσθαι
15. ἢ σπουδαίου τινὸς ἔχεσθαι λόγου παραφρονοῦντας
16. αὐτούς. καὶ γὰρ ῥήτορος ἤκουσα μελετῶντος ἐν παρακοπῇ
17. καὶ γραμματικοῦ βιβλίον ἀναγινώσκειν οἰομένου Βακχυλίδειον
18. ἢ Σαπφικόν. ἀριθμητικοῦ δέ τινος ἢ γεωμέτρου
1. θεωρήματα διερχομένου τῆς αὐτῆς τέχνης. ἐὰν οὖν ταῦτα
2. σεμνῶς λέγοντες ὀλίγον ὕστερον αἰσχρῶν καὶ ἀσελγῶν πραγμάτων
3. μνημονεύσωσιν, ὅπερ ἐν ταῖς ἐπιδημίαις αἰσχρομυθεῖν
4. ἐκάλεσεν, ἡ μετάπτωσις οὐκ ἐκ φαύλων εἰς ἐπιεικῆ,
5. ἀλλ’ ἐκ μοχθηρῶν εἰς μοχθηρὰ γίνεται. καθάπερ ἐνίοτε
6. θρασύτατοι κατά τινα καιρὸν ὀφθέντες οἱ παραφρονοῦντες
7. ὀλίγον ὕστερον φαίνονται δειλοὶ καὶ κατεπτηχότες. ὁρᾶται
8. γὰρ τὰ τοιαῦτα περὶ αὐτοὺς συμπτώματα ποτὲ μὲν μηδὲ
9. τὰ φοβερώτατα φοβουμένους, ἐνίοτε δ’ ἐπὶ τοῖς σμικροτάτοις
10. ἐκπληττομένους. τῶν γοῦν τοιούτων μεταπτώσεων
11. δοκεῖ μοι καὶ κατὰ τὴν ἑπομένην ῥῆσιν γεγραφὼς παράδειγμα,
12. καθ’ ἥν φησι τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια.
13. νόει οὖν μοί τινα τὰς εἰρημένας μεταβολὰς ἁπάσας
14. ἐσχηκότα περὶ τε τὴν οὔρησιν καὶ τὰ ἄλλα, ὅσα κατὰ τὴν
15. μνήμην σφάλλονταί τινες, νόησον δὴ καὶ κατὰ τὰς αἰσθητικὰς
16. παρατυπώσεις ἁπάσας ἐν μέρει σφαλλόμενον, ὡσαύτως
17. καὶ κατὰ τὰς διανοητικὰς, ἐπὶ τοῦ τοιούτου, κατὰ μὲν
18. τὸν ἐγκέφαλόν ἐστι τὸ αἴτιον, ἀλλ’ ἄλλοτ’ ἄλλον αὐτοῦ τόπον
1. ἐνοχλεῖ μεταῤῥέον. ἐδείχθησαν δ’ ἡμῖν αἱ τοιαῦται
2. μεταῤῥύσεις γινόμεναι τῶν δεχομένων μορίων ἑκάστου τὸ
3. περιττὸν ὠθοῦντος εἰς ἕτερον ἀφ’ ἑαυτοῦ. καὶ τοίνυν εἰκός
4. ἐστιν, ἐὰν ἄλλοτ’ ἐξ ἄλλου μέρους τοῦ κατὰ τὸν ἐγκέφαλον
5. εἰς ἄλλο καταῤῥέων ὁ λυπῶν χυμὸς ὑπὸ πάντων
6. ὠθεῖται, τοῖς ἀποπεφυκόσιν αὐτοῦ νεύροις ἐμπεσών ποτε
7. σπασμὸν ἐπενεγκεῖν. εἴρηκε γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὑπὸ
8. πληρώσεως καὶ κενώσεως τὸ πάθος τοῦτο γίνεσθαι.