Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.28, ed. Kühn, 1829, vol. 16, p. 568-570. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.28


11. Τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια. ἆρά γε
12. τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;

14. Ἐπὶ φρενιτικῶν ἄκουε τοῦ λεγομένου, παραβάλλοντος
15. αὐτοῦ τοὺς μετὰ τῆς ὑπὸ τῶν παρόντων ἀναμνήσεως οὐροῦντας,
16. τοῖς χωρὶς ταύτης. οἵτινες οὐδὲ ἀγγεῖον αἰτοῦσιν,
17. ἀλλ’ ἀτάκτως καὶ ἀλόγως εἰς τὴν στρωμνὴν προΐενται
18. τὸ οὖρον. εὔδηλον οὖν, ὅτι πολὺ χεῖρον ἔχουσιν οὗτοι τῶν
1. μηδ’ ὅλως οὐρούντων, εἰ μή τις αὐτοὺς ὑπομνήσειεν. ἐπ’
2. ἐκείνων μὲν γὰρ ἓν γοῦν τι σώζεται τῶν κατὰ φύσιν ἔργων
3. τῆς διανοίας, φυλαττομένων οὖρον εἰς τὴν στρωμνὴν ἀποκρίνειν,
4. ἐπὶ τούτων δ’ ἀπόλωλε καὶ τοῦτο· τὸ δὲ προσκείμενον
5. ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, ἔνθα φησὶν, ἆρά γε τούτοισιν
6. οὐρέεται; οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; διὰ
7. τοῦτό μοι δοκεῖ προστεθεικέναι, διότι τοιαύτην ἰδέαν οὔρων
8. ἐφ’ ἑνὸς ἢ δυοῖν ἐθεάσατο τῶν οὕτως οὐρούντων. ἀδύνατον
9. οὖν ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς ἀποφήνασθαι
10. τὸ καθόλου μετὰ τοῦ μηδ’ ἐκ τῆς ἐμπειρίας
11. ἐσχηκέναι τι πιστὸν ὀλιγάκις ἑωραμένου τοῦ πράγματος,
12. εἰκότως τὸν τῆς ἀπορίας δηλωτικὸν προσέθηκε σύνδεσμον
13. τὸν ἆρα. τολμήσωμεν οὖν ἡμεῖς ἀποφήνασθαι τὸ
14. καθόλου, καθάπερ ἔμπροσθεν ἐπ’ ἄλλων ἐποιήσαμεν, ὡς
15. τοῦ τῶν ὠμῶν χυμῶν πλήθους ἤτοι πεττομένων ἢ πνευματωθέντων
16. ἡ τοιαύτη τῶν οὔρων ἰδέα σύμπτωμά ἐστιν,
17. οὐ φρενίτιδος. ἀλλὰ καὶ τοῦτο καὶ γενέσθαι ποτὲ δύναται
18. τοῖς φρενιτικοῖς καὶ μὴ γενέσθαι, καθάπερ τι καὶ
1. ἄλλο σύμπτωμα τῶν οὔτ’ οἰκείων φρενίτιδι οὔτ’ ἐναντίων
2. αὐτῇ.

Cliquer un n° de page pour en afficher l’image