15. Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι φρενιτικαί.
1. Ἄμεινον ἦν τραχεῖαι γεγράφθαι. σύμφυτον γὰρ ἐχούσης
2. ὑγρότητα τῆς γλώττης τὴν ἐκ τῶν ὀνομαζομένων σιαλοχόων
3. ἀγγείων τε καὶ ἀδένων ἡ μὲν πρώτη ταύτης
4. ἔνδεια δασεῖαν αὐτὴν, ἡ δ’ ἐπὶ πλέον τραχεῖαν ἐργάζεται.
5. ἡ δ’ ἀμετροτέρα ξηρότης ῥήγνυσιν αὐτὴν, τουτέστι τὴν κάθυγρον,
6. ὥσπερ τὴν λιπαρὰν γῆν ὁ πολυχρόνιος αὐχμός.
7. οὔκουν οἷόν τε κατάξηρον ἅμα καὶ δασεῖαν εἶναι τὴν γλῶτταν.
8. ἀλλ’ ἄμεινον, ὡς ἔφην, γεγράφθαι τραχεῖαν, ὥστε δυοῖν
9. θάτερον, ἢ αὐτὸς ὁ συγγραφεὺς ἀμελῶς ἡρμήνευσεν ἢ ὁ
10. πρώτως ἐγγραφόμενος τὴν ῥῆσιν ἥμαρτεν. ἀλλά γε ἡ τοιαύτη
11. γλῶττα ξηρότητός ἐστιν ἀμέτρου γνώρισμα, διὸ καὶ
12. τοῖς καυσώδεσι πυρετοῖς ἐπιγίνεται. καὶ ἤρκει τοῦτο διδάξαι
13. τῷ κατὰ τὸν ἐν τῷ προγνωστικῷ νόμον, ἐπὶ τὴν διδασκαλίαν
14. ἀφικνουμένῳ. νοεῖ γὰρ ὁ μανθάνων κατὰ τὸν αὐτὸν
15. λόγον ἔν τε τοῖς τοιούτοις πυρετοῖς γίνεσθαι κἀν τῷ
16. φρενιτικῷ τὴν κατάξηρον γλῶτταν, ἐπειδὴ καὶ τὸ φρενιτικὸν
17. πάθος ὑπὸ τῆς ξανθῆς χολῆς γιγνόμενον θερμὸν καὶ
18. ξηρόν ἐστιν. ἐμοὶ μὲν οὖν ἄμεινον δοκεῖ τὴν λέξιν ἡμαρτῆσθαι
1. φάναι, καθάπερ καὶ ἄλλας πολλὰς ἐν πολλοῖς τῶν
2. παλαιῶν ἐπεδείξαμεν ἡμαρτημένας τῶν πρὸ ἐμοῦ γεγονότων
3. οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ φιλοσόφων καὶ γραμματικῶν
4. καὶ ῥητορικῶν. ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπεχείρησαν
5. αὐτῷ βοηθεῖν, γλώττας εἰρῆσθαι φάσκοντες δασείας
6. τὰς ποιητικὰς τῆς δασείας φωνῆς. εἶναι γάρ τινάς φασιν
7. οὕτως ὀνομαζομένας φωνὰς, ἀφ’ ὦν τοὺς φθεγγομένους ἀνθρώπους
8. αὐτὰς δασυστόμους ὀνομάζεσθαι. τὰς οὖν τοιαύτας
9. φωνὰς μετὰ καταξήρου γλώττης φρενιτικὰς εἶναί φασιν,
10. ὥσπερ οὐ δυνηθέντος ἂν εἰρηκέναι τοῦ συγγραφέως,
11. αἱ δασεῖαι φωναὶ μετὰ καταξήρου γλώττης φρενιτικαί. τὸ
12. δ’ ἀντὶ τῶν φωνῶν γλῶτταν εἰπεῖν ἀλλόκοτόν ἐστιν. οὕτω
13. γὰρ ἄν τις εἴπῃ καὶ βαρείας καὶ ὀξείας καὶ μεγάλας καὶ
14. μικρὰς γλώττας, ὅταν ὀξεῖαν ἢ βαρεῖαν ἢ μικρὰν ἢ μεγάλην
15. ἐθέλει δηλῶσαι φωνήν. πρὸς τὸ μηδ’ ἀκηκοέναι
16. μέ τινας ὀνομαζομένας φωνὰς δασείας, ὥσπερ ἤκουσα
17. μελαίνας τε καὶ λευκὰς ἐκ μεταφορᾶς ὀνομαζόντων ἐνίων,
18. ὥστ’ οὐδὲ τίνας λέγουσι δασείας οἶδα. τὰς μὲν γὰρ βραγχώδεις
1. καὶ μελαίνας ἐν τοῖς περὶ φωνῆς ἔδειξα δι’ ὑγρότητα
2. τῶν φωνητικῶν ὀργάνων γιγνομένας, τὰς δασείας δὲ εἰ μὲν
3. ἄλλας τινὰς παρὰ ταύτας λέγουσιν, ἐχρῆν ἑρμηνεύειν αὐτοὺς,
4. εἰ δ’ ἐκ τούτων τινὰς, δι’ ὑγρότητα μᾶλλον, οὐ διὰ ξηρότητα
5. τοιαῦται γίνονται φωναὶ, καθάπερ ὀξεῖαι καὶ κλαγγώδεις
6. ἐπὶ ξηρότητι τῶν φωνητικῶν ὀργάνων, ἅπερ ἐστὶ τὰ
7. κατὰ τὸν λάρυγγα. τὴν γλῶτταν δὲ οὐ φωνητικὸν, ἀλλὰ
8. διαλεκτικὸν ὄργανον ἴσμεν οὖσαν καὶ διὰ τοῦτο πασχούσης
9. αὐτῆς τραυλίζειν τε καὶ ψελλίζειν συμβαίνει κατὰ τὰς διαλέκτους,
10. οὐ βραγχώδη φωνὴν ἢ μέλαιναν ἴσχειν, οὗ γένους
11. ὑπονοῶ τινας εἶναι νομίζειν, ἃς αὐτοὶ καλοῦσι δασείας φωνάς.
12. ἐγὼ μὲν γὰρ, ὡς ἔφην, οὐκ ἤκουσα καλοῦντος οὕτως
13. οὐδ’ ἑνὸς, καίτοι πολλῶν ἀκούσας ἰατρῶν λεγόντων δασέα
14. βλέφαρα τὰ τραχύτητα ἔχοντά τινα μετρίως, καθάπερ ἡ
15. δασεῖα γλῶττα. τὰς γὰρ ὁλοκλήρους δασύτητας ἐν τοῖς βλεφάροις
16. οὐκέτι δασύτητας, ἀλλὰ τραχύτητας καλοῦσιν. ἀνάλογα
17. οὖν πάλιν καὶ ταῦτα τῇ κατὰ τὴν γλῶτταν τραχύτητι.