8. Τὰ ἐν τοῖσι φρενιτικοῖσι μετὰ καταψύξεως πτυελίζοντα
9. μέλανα ἀνεμεῖται.
11. Ἐπεὶ μηδέν ἐστιν ἄλλο τι ὑπονοῆσαι σημαίνειν τὴν
12. πτυελίζουσαν φωνὴν, ὅτι μὴ τὸ πτύειν πολλάκις ἢ πληροῦσθαι
13. συνεχῶς πτυέλου τὸ στόμα, διὰ τοῦτο κἀγὼ καὶ οἱ
14. ἄλλοι πάντες οὕτως ἤκουσαν ὅσοι τὸ βιβλίον ἐξηγήσαντο.
15. καὶ μέντοι καὶ φαίνεται πληρούμενον σιάλου λεπτοῦ τὸ
16. στόμα τοῖς μέλλουσιν ἐμεῖν διὰ τὴν κοινωνίαν τοῦ χιτῶνος,
17. ἑνὸς ὄντος αὐτοῦ συνεχοῦς, τοῦ τε τὸ στόμα πᾶν ἔνδον
18. ὑπαλείφοντος τῇ φάρυγγι καὶ τοῦ κατὰ τὸν στόμαχόν τε
1. καὶ τὴν γαστέρα· καὶ διὰ τοῦτο ἐνίοτε τὸ κάτω σείεται χεῖλος
2. εἰς ἔμετον ὁρμῶντος τοῦ στόματος τῆς γαστρός. ἐνδείκνυται
3. γὰρ ἡ σεῖσις τοῦ χείλους δάκνεσθαί τε καὶ σπαράττεσθαι
4. καὶ κλονεῖσθαι τὸν ἐκτεταμένον ἀπὸ τοῦ στόματος
5. ἐπὶ τὴν γαστέρα χιτῶνα. ἐπὶ μὲν οὖν τῶν δυναμένων εἰπεῖν
6. ἃ πάσχουσι καὶ καρδιωγμός ἐστι σημεῖον οὐ σμικρὸν
7. ἐμέτου μέλλοντος, ἀλγοῦσί τε καὶ κεφαλὴν καί τι καὶ τοῖς
8. ὀφθαλμοῖς φαντάζονται ὀρφνῶδες. εἴρηται γοῦν ἐν τῷ προγνωστικῷ
9. ταῦτα· ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει
10. φησὶ κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν
11. φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέων προσγένηται, χολώδης
12. ἔμετος παρέπεται· τῶν φρενιτικῶν δ’ οὐ δυναμένων
13. ἃ πάσχουσι λόγῳ δηλοῦν, ἐξ ὧν αὐτοὶ θεώμεθα μόνων ἐπιχειροῦμεν
14. τῇ προγνώσει. θεώμεθα δὲ ἐπὶ τῶν φρενιτικῶν
15. τὸ λεπτὸν τῇ συστάσει πτύελον ἱκανώτατον ἐνδείξασθαι τὸν
16. ἔμετον. οὐ γὰρ ἂν ἄλλως ἐν ξηρῷ νοσήματι φρενίτιδι,
17. καθ’ ὃ καὶ ἡ γλῶττα πολλάκις γίνεται ξηροτάτη, περιττεῦον
18. ἐν τῷ στόματι φαίνοιτο τὸ λεπτὸν ὑγρόν. ἡ δὲ κατάψυξις
1. αὐτῷ προσερχομένη τὴν ποιότητα δηλοῖ τοῦ μέλλοντος
2. ἐμεῖσθαι χυμοῦ. διὰ μὲν οὖν τὸν πτυελισμὸν, ὅτι γενήσεταί
3. τις ἔμετος, διὰ δὲ τὴν κατάψυξιν ὅτι μελάνων ἔνεστι
4. προγνῶναι.