7. Κώφωσις καὶ οὖρα ἀκατάστατα, ἐξέρυθρα, ἐναιωρούμενα,
8. παρακρουστικά. τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν. κακὴ
9. δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις. τούτους ἀφώνους μὲν,
10. αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ κα κοιλίαι
11. καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ,
12. καὶ ἀπέθανεν.
14. Εἴρηταί μοι καὶ πρόσθεν, ὡς ἐν οἷς πάθεσιν οὔτε
15. τήρησιν ἐπὶ πολλῶν εἶχεν ἀῤῥώστων οὔτε τῆς τοῦ πράγματος
16. φύσεως ἔνδειξιν βεβαίαν, ἐπὶ τούτων εἴωθεν ἤτοι τοὺς
17. ἀνθρώπους ὀνομαστὶ γράφειν, ἐφ’ ὧν ἐθεάσατο τὰ συμπτώματα
18. ἢ περὶ ὧν ἑκάστοτε πεποίηται τὴν διήγησιν, ἢ ζητεῖν
1. ἔτι καὶ ἀπορεῖν ὁμολογεῖ, πῇ ποτ’ ἔχει τὸ ἀληθές. ἔοικεν
2. οὖν καὶ νῦν ἐπί τινος Ἑρμίππου θεάσασθαι τὰ κατὰ τὴν
3. προκειμένην ῥῆσιν εἰρημένα συμπτώματα παρακρούσαντός
4. τε καὶ ἰκτερωθέντος ἐπὶ κωφώσει καὶ οὔροις ἐξερύθροις
5. ἀκαταστάτοις. ἡ μὲν δὴ κώφωσις ἕν τι τῶν ἐνδεικνυμένων
6. ἐστὶ πεπονθέναι τὸν ἐγκέφαλον. ἐξέρυθρα δὲ οὖρα διαφέρει
7. μὲν δή που τῶν ὑπερύθρων, ἃ κατὰ τὸ προγνωστικὸν
8. εἴρηται χρόνου μὲν εἶναι σημεῖα, μὴ μέντοι κινδύνου.
9. τίνα δ’ ἄλλα νοήσειε τις ἐξέρυθρα ἢ τὰ καλούμενα
10. πρὸς ἁπάντων αἱματώδη, πολλοῖς τῶν νεφριτικῶν οὐρούμενα;
11. καὶ εἴπερ ταῦτα βούλεται δηλοῦν, ἀνάλογόν τι σημαίνει
12. τοῦ πρόσθεν εἰρημένου, κοιλίης περίπλυσις ἐξέρυθρος.
13. ὥσπερ οὖν ἐκείνην ἔφαμεν ἥπατος ἀῤῥωστοῦντος γίνεσθαι,
14. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφροῖς κακοπραγοῦσιν, οὖρον
15. ἐξέρυθρον ἐροῦμεν γίγνεσθαι. τὸ δ’ ἀκατάστατον αὐτοῦ
16. μετὰ τοῦ φαίνεσθαί τινα παχύτερα τῆς ὅλης οὐσίας τῶν
17. οὔρων ἐναιωρούμενα ταραχὴν ἐνδείκνυται κατὰ τὰς φλέβας
1. ὑπάρχειν ἅμα θερμασίᾳ τινὶ παρὰ φύσιν, οὐκ ὀλίγου
2. πνεύματος ἠθροισμένου φυσώδους. ὥσπερ οὖν ἐνδεχόμενόν
3. ἐστιν ἐπὶ τῶν εἰρημένων συνόδων παρακροῦσαι τὸν ἄνθρωπον,
4. οὕτως οὐκ ἀναγκαῖον. ἡ γὰρ ἐπιπλοκὴ τῶν σημείων
5. οὐχ ἁπάντων ἐστὶν ὁμογενὴς, τῆς μὲν κωφώσεως
6. τὴν κεφαλὴν ἐνδεικνυμένης πεπονθέναι, τῶν δ’ ἐξερύθρων
7. οὔρων τοὺς νεφροὺς, τῶν δὲ ἀκαταστάτων οὔρων ἐν τοῖς
8. ἐναιωρήμασι, πρῶτον μὲν ἐν ταῖς φλεψὶν ἀπέπτων χυμῶν
9. ταραχὴν ἐνδεικνυμένων, κατὰ συμβεβηκὸς δὲ καὶ τῇ τῆς
10. παρακρούσεως γενέσει συντελούντων. τὸ δ’ ἐφεξῆς τῶν εἰρημένων
11. γεγραμμένον, τὸ τοὺς τοιούτους ἰκτεροῦσθαι κακὸν,
12. ἀληθὲς μέν ἐστιν, ἀλλ’ ὅτι συνδρομὰς ἑτερογενῶν σημείων
13. οὐ χρὴ ποιεῖσθαι κατὰ τὰς τοιαύτας διδασκαλίας ἔμπροσθεν
14. δέδεικται. καὶ μὲν δὴ καὶ περὶ τοῦ κακὸν εἶναι μώρωσιν
15. ἐπὶ τοῖς ἰκτέροις εἴρηται πρόσθεν ἡνίκα προειπὼν
16. ἐν φρενιτικοῖς λευκὴ διαχώρησις κακὸν, ἐπήνεγκεν, ἆρά γε
17. καὶ ἐπὶ τούτοισι νωθρότης γίνεται; καὶ γὰρ μεταλαμβάνει
18. τὸν λόγον εἰς ἑτέρας φωνὰς, ἀντὶ μὲν τῆς λευκῆς διαχωρήσεως,
19. ἥτις ἐστὶν ἴδιον τῶν ἰκτερικῶν σύμπτωμα τοῦ πάθους
1. αὐτοῦ μνημονεύσας, ἀντὶ δὲ τῆς νωθρότητος τὴν
2. μώρωσιν εἰπών. τούτους οὖν, φησὶν, ἀφώνους μὲν, αἰσθανομένους
3. δὲ συμβαίνει γίνεσθαι. φαίνονται δὲ
4. τῶν ἀφώνων ἐν ὀξέσι νοσήμασι γιγνομένων ἔνιοι μὲν οὐδ’
5. αἰσθανόμενοι διὰ τὸ τῆς ἀρχῆς πάθος ἀμφοτέρων αὐτοῖς
6. τῶν συμπτωμάτων ἑπομένων, ἔνιοι δὲ μόνον ἄφωνοι γιγνόμενοι
7. καὶ τούτων οἱ μὲν ἅμα τῷ καὶ τὰς ἄλλας κινήσεις
8. ὅσαι κατὰ προαίρεσιν γίνονται βεβλάφθαι πάσας, οἱ δέ τὴν
9. φωνὴν μόνην. ἐὰν οὖν ἅμα τῇ φωνῇ καὶ τῶν ἄλλων ἐνεργειῶν
10. ἡ βλάβη γένηται, τῆς ἀρχῆς τῶν νεύρων ἐστὶ τὸ
11. πάθος· ἐὰν δὲ μόνης τῆς φωνῆς, μόνων τῶν φωνητικῶν
12. ὀργάνων. ἀλλ’ ἐπί γε τῆς προειρημένης συνδρομῆς, ὅταν
13. πλησίον ἤδη ἥκωσι τοῦ θανάτου, τὸ τῆς ἀφωνίας αὐτῆς
14. ἀκολουθεῖ σύμπτωμα. τὸ δ’ ἐπὶ τῷ τέλει τῆς ὅλης ῥήσεως
15. εἰρημένον, καὶ κοιλίαν καταῤῥήγνυνται, οἷον ἐγένετο καὶ Ἑρμίππῳ
16. καὶ ἀπέθανεν, οὕτως αὐτὸν εἰκὸς εἰρηκέναι, διότι
17. μήτε ἐτεθέατο πολλάκις ἑπόμενον τὸ σύμπτωμα τοῦτο τῇ
18. προκειμένῃ συνδρομῇ μήτ’ αὖ λογικῶς εὑρεῖν ἠδυνήθη.