2. Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα κακόν.
4. Γίνεται μὲν καὶ διά τινα χυμὸν κατὰ τοὺς ἀκουστικοὺς
5. πόρους σφηνωθέντα κώφωσις οὐδὲν ἔχουσα κακόηθες.
6. γίνεται δὲ ἐνίοτε καὶ τῆς ἀκουστικῆς δυνάμεως νενεκρωμένης,
7. ἣν ἐν τοῖς ὀξέσιν ἅμα καὶ ταραχώδεσι νοσήμασιν ὁρῶμεν
8. συμπίπτουσαν, ὑπὲρ ἧς νῦν ἀπεφήνατο, κακὸν εἶναι λέγων
9. αὐτὴν σύμπτωμα, οὔτε τὸ ἆρα προσθεὶς οὔτ’ αὐτὸ
10. τὸ ὄνομα τοῦ νοσήσαντος οὕτως, ἐπειδὴ ἔνεστιν ἀποφήνασθαι
11. περὶ τῶν τοιούτων συμπτωμάτων.