14. Αἱ τρομώδεες ἀσαφέες καὶ ψηλαφώδεες παρακρούσιες
15. πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.
17. Γίνεται καί τι τοιοῦτον παραφροσύνης εἶδος οὐκ ὀλίγακις,
18. ὡς ἡσυχάζοντα κατακεῖσθαι τὸν νοσοῦντα, μὴ ὅτι
1. θυρυβωδῶς κεκραγότα καὶ ἀναπηδῶντα, καθάπερ ἔμπροσθεν,
2. ἀλλὰ μηδὲ φθεγγόμενον ὅλως, μηδὲ τὸ τῆς κατακλίσεως
3. σχῆμα μεταβάλλοντα καὶ πολλάκις γε τοῖς οἰκείοις οὗτοι
4. παρέσχον δόξαν, ὡς εἰ γένοιτό τις σιγὴ κοιμηθησομένοις.
5. συγκλείσαντες οὖν τὰς θυρίδας ἡσυχάζουσιν ἐπιτηροῦντες·
6. ἐν τούτοις τε τρίβεται χρόνος ἐνίοτε μακρὸς, τῶν
7. μὲν οἰκείων τῶν καμνόντων ἐκ τοῦ μὴ φθέγγεσθαί τι μηδὲ
8. κινεῖσθαι τὸν νοσοῦντα τεκμαιρομένων κοιμᾶσθαι τὸν ἄνθρωπον,
9. αὐτοῦ δὲ τοῦ νοσοῦντος μήτε κοιμωμένου καὶ τὰς
10. χεῖρας κινοῦντος ἀτρέμα, ὁμοίως τοῖς διὰ ψηλαφίας ἠρεμαίας
11. ἅψασθαί τινος ἢ εὑρεῖν τι βουλομένοις. ἔπειτα τούτων
12. οὕτως ἐχόντων ἔνιοι μὲν κεκλεισμένων τῶν βλεφάρων
13. ταῦτα πράττουσι, καὶ εἰ προσελθών τις αὐτοῖς διαλέγοιτο,
14. τινὲς μὲν οὐδ’ ὅλως ἀνοίγουσι τοὺς ὀφθαλμοὺς, ἔνιοι δὲ
15. ἀνοίξαντες ἤτοι μικρὸν ὕστερον ἔκλεισαν ἢ ἀκινήτους φυλάττουσιν,
16. ἔνιοι δ’ οὐδ’ ἂν ἐμβοήσῃ τις αὐτοῖς ἢ νύξῃ,
17. τὰ βλέφαρα διανοίγουσι. περὶ τοιούτων οὖν φρενιτικῶν ὁ
18. Ἱπποκράτης κατὰ τὸ γ΄ τῶν ἐπιδημιῶν οὕτως ἔγραψεν, οὐδ’
1. ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλοις, ἀλλ’ ἄλλῃ
2. τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλοντο. τοὺς δ’ αὐτοὺς
3. τούτους φρενιτικοὺς κατὰ τὴν προκειμένην ῥῆσιν ὠνόμασεν
4. ἀσαφεῖς, ὡς εἰ καὶ δυσγνώστους εἶπε τοῖς πολλοῖς
5. οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν. οἴονται γὰρ
6. ἐκείνους μόνους εἶναι φρενιτικοὺς, ὅσοι κεκράγασιν ἢ ἀναπηδῶσιν,
7. Ἱπποκράτους τοὺς βεβλαμμένους τὰς φρένας οὕτως
8. ὀνομάζοντος, κἂν διὰ παντὸς ἐν καταφορᾷ τινι τύχοιεν
9. ὄντες. συνεισβάλλει μὲν οὖν ἐξ ἀρχῆς παραφροσύνη κώματι.
10. δέδεικται γὰρ ἐν τῷ περὶ τοῦ παρ’ Ἱπποκράτει κώματος,
11. ἐπὶ ταὐτὸν ἀναφέρων ἀμφοτέρας τὰς προσηγορίας,
12. τήν τε τῆς καταφορᾶς καὶ τὴν τοῦ κώματος. ἀλλὰ τὸ μὲν
13. τῆς ἡσυχίας ἀσαφὲς αἱ τοιαῦται φρενίτιδες οὐκ ἔχουσι.
14. τὸ δ’, ὡς εἴρηται, νῦν ἀσαφὲς εἶδος φρενίτιδος ἐπὶ προήκοντι
15. τῷ χρόνῳ γίνεται καὶ πάντας οὓς εἶδον οὕτω παθόντας,
16. ἄῤῥωστον καὶ σκληρὸν καὶ στενὸν καὶ βραχὺν εἶχον
17. τὸν σφυγμὸν, ὡς τεκμαίρεσθαι κεκμηκυίας τῆς δυνάμεως
18. αὐτοῖς γίνεσθαι τὴν ἡσυχίαν, οὐ δυναμένοις ἰσχυρότατα κινεῖσθαι.
1. τινὲς δ’ αὐτῶν ὥσπερ τὰς χεῖρας ἠρέμα κινοῦσιν,
2. οὕτω καὶ φθέγγονται βραχύτατα· καὶ τοῦτο λανθάνει
3. τοὺς πολλοὺς καὶ μόνοις γίνεται κατάδηλον ὅσοι περ ἂν
4. ἐγγυτέρω γενόμενοι κατακύψωσιν εἰς αὐτούς. ἔστι δ’ ὅτε
5. πειρᾶταί τις πρὸς τὸ κατακούειν σαφῶς πλησίον αὐτῶν
6. τοῦ προσώπου καταθεῖναι τὸ οὖς, ἀλλὰ καὶ ἡ τῶν χειρῶν
7. κίνησις αὐτοῖς βραχεῖα τρομώδης οὖσα, λανθάνει τοὺς πολλοὺς,
8. μόνοις τοῖς ἀκριβῶς κατασκεψαμένοις φαινομένη.
9. τεκμήριον μὲν οὖν τοῦτ’ ἔστι τοῦ τὴν δύναμιν αὐτῶν ἀῤῥωστεῖν.
10. ἑκτικὴν δέ τινα διάθεσιν εἶναι φρενίτιδος, ὥσπερ
11. πυρετῶν ἐκείνων, οὓς δι’ αὐτὸ τοῦτο προσαγορεύομεν ἑκτικούς.
12. εἴρηται δὲ περὶ αὐτῶν ἔν τε τοῖς περὶ τῆς διαφορᾶς
13. τῶν πυρετῶν ὑπομνήμασι καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου
14. γράμμασι καὶ μέντοι κἀν τῷ περὶ μαρασμοῦ, τὰ στερεὰ
15. τοῦ ζώου μόρια κατειληφέναι τοὺς τοιούτους πυρετοὺς
16. ἐνδεικνυμένους, οὐκ ἐπὶ χυμῷ σηπεδονώδει γίνεσθαι.
17. καὶ τῆς φρενίτιδος οὖν ἐπὶ χολώδει χυμῷ τὴν γένεσιν ἐχούσης
18. ὅταν ἐπὶ τὸν ἐγκέφαλον οὗτος κατασκήψει, κατ’ ἀρχὰς
19. μὲν οὐδέπω τῆς ποιότητος αὐτοῦ κεκραμένης ὅλῳ τῷ σώματι
1. τοῦ ἐγκεφάλου, θορυβώδεις παραφροσύναι γίνονται.
2. προήκοντος δὲ τοῦ χρόνου παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ
3. τῶν καλουμένων βαφέων ἐρίοις βαπτομένοις. καὶ γὰρ καὶ
4. ταῦτα δευσοποιὰ γίνεται, τοῖς κατ’ ἀρχὰς ἴδιον ἔχουσι τὸ
5. χρῶμα παραπλησίως. καὶ ἡ τοιαύτη τοίνυν οἷον βαφὴ τοῦ
6. ἐγκεφάλου τὴν παραφροσύνην ἑκτικὴν ἴσχει καὶ διὰ τοῦτ’
7. ἔστιν ἡ διάθεσις αὐτῶν μοχθηρὰ τοῖς ἑκτικοῖς πυρετοῖς
8. ὡσαύτως, οὓς ἐδείκνυμεν ἀρχομένους μὲν συνίστασθαι μόγις
9. λυομένους, συστάντας δὲ ἀκριβῶς καὶ ἐκπληρωθέντας
10. οὐκέτι δύνασθαι λυθῆναι. ὀρθῶς οὖν εἴρηται τὰς τοιαύτας
11. παρακρούσεις πάνυ φρενιτικὰς εἶναι. ταύτην τὴν ῥῆσιν,
12. ὥσπερ καὶ ἄλλας τινὰς τῶν ἰατρῶν παρατρέχοντες οἱ ἐξηγηταὶ,
13. χρονίζουσιν ἐν τοῖς σοφιστικοῖς ζητήμασιν. ὀνομάζω
14. δὲ, ὡς ἴστε, σοφιστικὰ τὰ μηδὲν εἰς τὸ βέλτιον ἰατρεύειν
15. συντελοῦντα. τοιαῦτα δὲ οὐκ ὀλίγα καὶ κατὰ τὰς ἐξηγήσεις
16. εὑρίσκεται, τινὰ μὲν μᾶλλον ἀποκεχωρηκότα τοῦ πρὸς τὰς
17. θεραπείας χρησίμου, τινὰ δὲ ἦττον, ὥσπερ ἀμέλει καὶ τὸ
18. ζητῆσαι τὴν αἰτίαν, δι’ ἣν προσέθηκεν ἐπὶ τῷ τέλει τῆς
1. προκειμένης ῥήσεως, οἷον τῷ Διδυμάρχῳ ἐν Κῷ. δέδεικται
2. γὰρ ἐν τῷ πρὸ τούτου λόγῳ, προσγράφειν ὀνομαστὶ τοὺς
3. νοσήσαντας ἐπ’ ἐκείνων τῶν ῥήσεων ἐν αἷς οὐ τολμᾷ καθόλου
4. τοῦ πράγματος, ὑπὲρ οὗ ποιεῖται τὸν λόγον, ἕν τι
5. κοινὸν ἀποφήνασθαι. νυνὶ δὲ ἀληθές γε φαίνεται λέγων,
6. καθόλου κατὰ πάντων τῶν οὕτως ἐχόντων ἀποφαινόμενος,
7. οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὡς πάνυ πεπεισμένος. προσέθηκε
8. γοῦν τῷ λόγῳ καὶ πάνυ φρενιτικαὶ, καίτοι δυνάμενος
9. ἁπλῶς φρενιτικαὶ εἰπεῖν. δοκεῖ δέ μοι μαρτύριον τῷ
10. λόγῳ προσγράψαι τὸν ἄῤῥωστον ὀνομαστὶ, διὰ τὸ πολλοὺς
11. οὐ μόνον τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν ἐπὶ τῶν τοιούτων
12. ἐξαπατᾶσθαι. καί μοι γοῦν ποτέ τις ἠμφισβήτησε
13. περί τινος οὕτω φρενιτίζοντος, οὔτ’ ὀλεθρίως ἔχειν αὐτὸν
14. οὔθ’ ὅλως φρενιτικὸν εἶναι νομίζων. ἴσως δὲ καὶ αὐτῷ τὸ
15. προῤῥητικὸν τοῦτο γράψαντι τοιαύτη τις ἀμφισβήτησις
16. ἐγένετο πρός τινα, διὸ τοῦ παθόντος ἐμνημόνευσεν ὀνομαστί.