Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.35, ed. Kühn, 1829, vol. 16, p. 584-586. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.35


2. Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι
3. καὶ γνώμης παράφορον. περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα
4. ἅλις ξὺν τόνῳ διέρχεται· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι
5. ἐν τούτοισι γνώμης παράφοροι.

7. Τινὲς οὐ μόνον ἅλις, ὅπερ ἀθρόον σημαίνει, γράφουσιν,
8. ἀλλὰ καὶ τὸ συχνὸν αὐτῷ προστιθέασιν, ἕτεροι δὲ τὸ γόνῳ
9. διέρχεται, διὰ τοῦ γ γράφουσιν, οὐ διὰ τοῦ τ καὶ προστιθέασιν
10. αὐτῷ εἴκελον, ὅλην τὴν λέξιν ποιοῦντες τοιάνδε, γόνῳ
11. εἴκελον διέρχεται. ἔνιοι δὲ ἀντὶ τοῦ πνεῦμα φλέγμα
12. γράφουσι. τὸν μὲν οὖν παλμὸν ἐδείξαμεν ὑπὸ φυσώδους
13. πνεύματος γίνεσθαι, διὸ τοῦτο κατὰ μὲν τὸ διάφραγμα συστὰν
14. παραβλάπτει τι καὶ τὴν γνώμην, ἐπειδὴ τοῖς νευρώδεσι
15. μορίοις ἡ ἀρχὴ συμπάσχειν εἴωθεν. ὅταν δὲ κατ’ ἄλλο
16. τι τῶν ἐνταῦθα μερῶν γένηται, τὰ μὲν τῆς γνώμης ἀβλαβῆ
17. μένει, διέρχεται δ’ αὐτοῖς κριτικῶς φλέγμα συχνὸν κάτω
1. μετὰ τόνου, τουτέστι μετὰ προθυμίας ἰσχυρᾶς, ὁποία κατὰ
2. τοὺς τεινεσμοὺς γίνεται. τοιαῦται δὲ τάσεις εἰώθασι συμβαίνειν
3. ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς μόγις διερχομένοις
4. εἰς τὰ εἴσω χωρία τῶν ἐντέρων· ἔν τισι δ’, ὡς
5. ἔφην, τῶν ἀντιγράφων οὐ διὰ τοῦ τ γέγραπται, τόνῳ διέρχεται
6. τὸ κενούμενον, ἀλλὰ διὰ τοῦ γ γόνῳ εἴκελον, τουτέστι
7. γόνῳ ὅμοιον. εἴτε δὲ κατὰ τὴν σύστασιν εἴτε κατὰ τὴν
8. χρόαν εἴτ’ ἄμφω βούλεται γόνῳ παραπλήσιον εἶναι τὸ κενούμενον,
9. ἄδηλον ὑπάρχον ἐστίν. ὅ γε μὴν ὑπὸ Πραξαγόρου
10. καλούμενος ὑαλώδης χυμὸς ὅμοιος ὢν ὑέλῳ κεχυμένῃ,
11. τοιοῦτός ἐστιν, ὡς ὀδύνας μεγίστας τονώδεις παρέχειν, ὅταν
12. διεξέρχηται τοὺς χιτῶνας τῶν ἐντέρων. ἔστι δὲ τῇ κράσει
13. ψυχρότατος ἁπάντων τῶν κατὰ τὸ σῶμα γεννωμένων χυμῶν.
14. ὅτι δ’ ἐκ τῶν παχυτέρων χυμῶν τὸ φυσῶδες πνεῦμα
15. τὴν γένεσιν ἴσχει, καὶ τοῦτ’ ἔμπροσθεν ἤκουσας ἐν τοῖς περὶ
16. τοῦ παλμοῦ λόγοις, οὐ μὴν οἵ γε κατὰ γαστροκνημίαν πόνοι
17. παραφροσύνην ἐν τούτοις σημαίνουσι, διὸ κελεύουσιν
18. ἡμᾶς οἱ βοηθοῦντες τῇ ῥήσει προσυπακοῦσαι καταπαυσάμενοι,
19. τουτέστιν ἀλόγως ἐξαίφνης ἀφανισθέντες καὶ παρατίθενται
1. τὸν ἐγγεγραμμένον ἄῤῥωστον ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν
2. ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον, ἐφ’ οὗ προειπὼν
3. ὁ Ἱπποκράτης, ὅτι γούνατα καὶ κνήμας ἐπωδύνως εἶχε
4. λωφησάντων αὐτῶν, ἀκολουθῆσαι παραφροσύνην φησὶν
5. εἴρηταί τέ μοι πρόσθεν, ὡς οὐ χρὴ διὰ τοιούτων ἀῤῥώστων
6. παραθέσεως ἐξηγήσεις ποιεῖσθαι. πάντα γὰρ ἔσται πάντων
7. σημεῖα κατὰ τοῦτον τὸν λόγον. ἀλλὰ καὶ τὸ τοὺς κατὰ
8. γαστροκνημίαν πόνους γνώμης γενέσθαι παραφόρους, ἐπειδὰν
9. ἀφανισθῶσιν, οὐ προκειμένου κατὰ τὴν ῥῆσιν τοῦ παύσασθαι
10. τοὺς τοιούτους πόνους, ἀτοπωτάτην ἔχει τὴν ἐξήγησιν.
11. οὕτω γὰρ ἔξεστι πᾶν ὅτι ἂν βουληθῶμεν εἰς τοὐναντίον
12. ἕλκειν, ὥστε κἂν κεφαλαλγίαν εὕρωμέν που γεγραμμένην,
13. οὐ τὴν οὖσαν, ἀλλὰ παυσαμένην ἀκούειν ἡμᾶς καὶ
14. βῆχα καὶ δύσπνοιαν, κἂν ἦχον ὤτων κἂν ὁτιοῦν ἄλλο.

Cliquer un n° de page pour en afficher l’image