Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.4, ed. Kühn, 1829, vol. 16, p. 511-524. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.4


2. Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλανα,
3. ἐναιωρούμενα ἐφ’ ἱδρῶτι φρενιτικά.

5. Σολοικώδεις κατὰ τὴν λέξιν εἰσὶν οὐκ ὀλίγαι τῶν ἐν
6. τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὡς καὶ διὰ τοῦθ’ ὑποπτεύειν αὐτό
7. τινας εὐλόγως Ἱπποκράτους οὐκ εἶναι. διὰ βραχυλογίαν
8. μὲν γὰρ ἀποκεχωρηκέναι τοῦ μοχλικοῦ, ὄντος τῶν ὁμολογουμένων
9. Ἱπποκράτους βιβλίων οὐ μόνον τούτου, ἀλλὰ καὶ τῶν
10. ἀφορισμῶν. καίτοι διὰ βραχυτάτης λέξεως ἑρμηνευομένων
11. κἀκείνων, οὐ μὴν σολοικώδης γέ ἐστιν ἡ ἑρμηνεία κατ’ αὐτὸ,
12. μετὰ καὶ τοῦ περιγίνεσθαι τῶν ἑρμηνευομένων, ὡς λέγειν
13. δεινὸν ὄντα τὸν γεγραφότα τὸ βιβλίον ἐκεῖνο. τουτὶ
14. δὲ τὸ προκείμενον ἡμῖν ἀλλόκοτον ἐν πολλαῖς ῥήσεσιν ἔχει
15. τὴν ἑρμηνείαν, ὥσπερ ἐπὶ τῶν οὔρων ἐν τῇδε τῇ νῦν προκειμένῃ.
16. οὕτω γὰρ ἀκύρως λέλεκται τὸ ἐναιωρούμενα γίνεται
17. τὰ οὖρα, τῶν ἐμφερομένων αὐτοῖς ὀνομαζομένων οὕτως,
18. οὐκ αὐτῶν τῶν οὔρων, διὸ καί τινες ὑπαλλάξαντες τὴν λέξιν
1. οὕτως ἔγραψαν. τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα
2. ἄχροα, μέλασιν ἐναιωρούμενα. ἔνι γοῦν καὶ κατὰ τήνδε
3. τὴν γραφὴν τὸ σολοικοφανὲς, κἂν ὅτι μάλιστα δοκῶσιν αὐτὸ
4. φεύγειν, ὑπαλλάττοντες τὴν λέξιν. τὸ γὰρ ἐναιωρούμενα
5. φανερῶς ἐπὶ τὰ οὖρα τὴν ἀναφορὰν ἔχει. ταῦτα οὖν αὐτὰ
6. καὶ φρενιτικὰ λέγεται, τουτέστιν ἤτοι σημαίνοντα φρενῖτιν
7. ἢ ποιοῦντα. τὸ μὲν οὖν ποιεῖν οὐκ εὔλογον, τὸ δὲ σημαίνειν
8. οὐκ ἄλογον. εἰ δὲ σημαίνει, αὐτῇ τῇ ποιούσῃ αἰτίᾳ
9. τὴν φρενῖτιν κατά τι κοινωνεῖ αὐτά. δέδεικται δὲ τὰ μέλανα
10. διὰ τὸν ὀῤῥὸν τῆς μελαίνης χολῆς τοῖς ὑδατώδεσι
11. συναπερχόμενον περιττώμασι γίνεσθαι. διττὴ δ’ ἐστὶν ἡ
12. γένεσις τῆς μελαίνης χολῆς, ἢ τῆς ξανθῆς ὑπερωπτημένης
13. ἢ τοῦ παχέος αἵματος. ὑπεροπτᾶται δὲ διὰ θερμασίαν
14. ἰσχυράν. εἰκότως οὖν ἔν τε τοῖς καύσοις ὀνομαζομένοις
15. πυρετοῖς οὐρεῖται κἀν ταῖς φρενίτισι ταῦτα τοιαῦτα. θερμὰ
16. γὰρ καὶ ξηρὰ τὰ πάθη ταῦτα. χείρω δὲ τῶν οὔρων
17. ἐστὶ τὰ δι’ ὅλων αὐτῶν μέλανα, τῶν ἐναιώρημα
1. μόνον ἐχόντων μέλαν. ἀλλὰ κατὰ τὴν προκειμένην
2. λέξιν οὐδὲ τοῦτο διήρθρωται σαφῶς εἴθ’ ὅλα λέγει τὰ
3. οὖρα μέλανα εἴτε μόνα τὰ ἐναιωρήματα. βούλεται οὖν ὁ
4. γράψας τὴν προκειμένην ῥῆσιν ὅστις ἂν ᾖ, τὰ τοιαύτην
5. ἔχοντα χροιὰν, οὖρα γινόμενα ταραχώδεσί τε καὶ ἀγρύπνοις
6. φρενῖτιν σημαίνειν, ταραχώδεις ἀκουόντων ἡμῶν τοὺς ἀλόγως
7. ταραττομένους, ὃ γίνεται βεβλαμμένης μετ’ ὀλίγον τῆς
8. διανοίας. αὐξηθείσης δὲ τῆς ὀλίγης ταύτης βλάβης οὐ
9. ταραχώδεις ἁπλῶς, ἀλλ’ ἤδη παραφρονοῦντες λέγονταί τε
10. καὶ γίνονται. περὶ δὲ τῆς ἀγρυπνίας τί δεῖ καὶ λέγειν ὡς
11. ἕν τι τῶν φρενιτικῶν ἐστι συμπτωμάτων; ἐκ περιττοῦ δὲ
12. πρόσκειται κατὰ τὴν ῥῆσιν τὸ ἄχροον ἐπὶ τῶν οὔρων,
13. συνεδηλοῦτο γὰρ τοῖς μέλασι. τὸ δ’ ἐφ’ ἱδρῶσι δηλοῖ
14. μὲν ἱδρῶτας γίνεσθαι περὶ τὴν κεφαλὴν, σημαίνοντας αὐτὴν
15. ὑπὸ πλήθους ἐνοχλεῖσθαι. καὶ εἴη ἂν καὶ ἐν τοῖς ἄλλοις
16. καὶ τοῦτο φρενιτικὸν σημεῖον. ἀκύρως δ’ ἡρμήνευται μὴ
17. δυναμένων ἡμῶν ἐφευρεῖν τί νοῆσαι δεῖ ἐφ’ ἱδρῶτι, πότερον
1. οὖρα. πιθανώτατον γοῦν τοῦτο δόξειεν ἀκούεσθαι, κατὰ
2. τὴν ἀκολουθίαν τῆς ὅλης ἑρμηνείας ἢ τὰ πεπονθότα σώματα
3. καὶ πρὸς τούτοις ἔτι τὰ πάθη. ὅπως δ’ ἄν τις
4. ἀκούοι, τό γε τῆς ἑρμηνείας ἄκυρον οὐκ ἔστιν ἐκφυγεῖν,
5. ἀλλὰ καταλιπόντες ταύτην ὅπως ἂν ἔχει περὶ τῶν γεγραμμένων
6. ἐπισκεψώμεθα. τὰ μὲν οὖν τῆς ἀγρυπνίας τε καὶ
7. ταραχῆς τῶν καμνόντων ὄντως φρενιτικὰ, τὰ δὲ τῶν οὔρων
8. τε καὶ ἐφιδρώσεως οὐδαμῶς. τῶν γὰρ κατὰ τὰς ἀρτηρίας
9. τε καὶ τὰς φλέβας χυμῶν ὅπως ἔχουσι γνωρίσματά ἐστι τὰ
10. οὖρα, τὰ δὲ φρενιτικὰ σημεῖα τὴν περὶ τὸν ἐγκέφαλον
11. ἐνδείκνυται διάθεσιν, ὥσπερ γε καὶ τὰ κατὰ τοὺς
12. ἱδρῶτας ἄλλων μέν τινών ἐστι διαθέσεων γνωρίσματα, περὶ
13. ὧν εἴρηται πολλάκις. οὐ μὴν ὅπως ἔχει τὰ κατὰ τὸν ἐγκέφαλον
14. ἱκανὰ δηλοῦν ἐστιν. ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ
15. βιβλίον ἐκ τῶν ἐν ταῖς ἐπιδημίαις γεγραμμένων ἀῤῥώστων
16. ἐκλέγουσι τοὺς παραφρονήσαντας, οἷς συνέβη ἴσχειν τι τῶν
17. ἐνταῦθα λεγομένων συμπτωμάτων τε καὶ σημείων ἢ ἐν διαχωρήμασιν
18. ἢ ἐν οὔροις ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἢ ἐξανθήμασιν
1. ἢ πτύσμασιν ἢ κατά τι μέρος ἐνοχλούντων. μὴ μέντοι γε
2. ὄντων φρενιτικῶν τῶν τοιούτων σημείων, ὑπαρχόντων δὲ
3. τοῖς ἀῤῥώστοις ἐξ ἀνάγκης. ἀδύνατον γὰρ ἦν ἐν αὐτοῖς
4. μηδ’ ὅλως εὑρεῖν ἢ τοῖον ἢ μὴ τοῖον οὐρεῖν. ὡσαύτως δὲ
5. κἀπὶ τῶν διαχωρημάτων καὶ πτυσμάτων καὶ τῶν ἄλλων
6. ἁπάντων. ἐὰν οὖν ἅμα τοῖς φρενιτικοῖς σημείοις ἐπ’ ἀῤῥώστου
7. τινὸς ὀφθῇ διαχώρημα τοῖον ἢ τοῖον ἄλλοτε, κἄπειτα
8. φρενιτικὸς ὁ ἄνθρωπος γένηται, μοχθηρῶς ἄν τις ἀποφαίνηται
9. τὰ γενόμενα σημεῖα πάντα φρενίτιδος εἶναι δηλωτικά.
10. δυοῖν γὰρ θάτερον ὑπάρχειν δεῖ τοῖς ἰδίοις τῶν νοσημάτων
11. σημείοις, ἤτοι διὰ παντὸς ἢ μόνοις συμβαίνειν. ὅταν δὲ
12. μήτε μόνοις ὑπάρχει μήτε διὰ παντὸς, οὐκ ἔστιν ἐκείνων
13. ἴδια. καὶ τοίνυν καὶ τὰ φρενιτικὰ σημεῖα, βεβαιότατα μέν
14. ἐστιν ὅσα διὰ παντός τε καὶ μόνοις ὑπάρχει τοῖς φρενιτικοῖς.
15. εἶθ’ ἑξῆς ὅσα διὰ παντὸς μὲν, ἀλλ’ οὐ μόνοις. ὑφ’
16. ἡμῶν μὲν οὖν ἐν ταῖς περὶ τούτων πραγματείαις διώρισται
17. ταῦτα καὶ δέδεικται μήτ’ ἐν οὔροις μήτ’ ἐν διαχωρήμασι
18. μήτ’ ἐν ἱδρῶσι μήτ’ ἐν πτύσμασι μήτ’ ἐν τοῖς ἐμουμένοις
1. φρενιτικὰ γενέσθαι σημεῖα. τοῖς δ’ ἐξηγησαμένοις τὸ βιβλίον
2. ὀλίγου δεῖν ἅπασιν ἔθος ἐστὶν, ὡς ἔφην, παραγράφειν
3. τοὺς ἐκ τῶν ἐπιδημιῶν ἀῤῥώστους, οὐ μόνον ἐπὶ τῆς
4. προκειμένης ῥήσεως, ἀλλὰ καὶ τῶν ὁμοίων αὐτῇ πασῶν.
5. διὰ τοῦτ’ οὖν αὐτῶν οἱ ζηλωταὶ πολυλόγοι μὲν γίνονται
6. καθ’ ἑκάστην ἡμέραν ἐπὶ τῶν ἀῤῥώστων, ἰδιώταις
7. δὲ ὅμοιοι φαίνονται προγνώσεως ἕνεκα. τὸ γὰρ συνεχές
8. ἐστιν ἐν ἅπασι τοῖς προγνωστικοῖς τῆς τῶν νοσημάτων ἰδέας
9. σημείοις ἐν τῇ περὶ τῶν πεπονθότων τόπων μεθόδῳ γεγνυμνάσθαι,
10. περὶ ἧς ἰδίᾳ μοι γέγραπται, καθάπερ γε καὶ
11. περὶ τῶν τὰς κρίσεις σημαινόντων, ὧν ἀγύμναστοί τινες ὄντες
12. ἐξηγεῖσθαι τολμῶσι τὰς τῶν παλαιῶν ἀνδρῶν βίβλους,
13. οὐκ εἰδότες ὅτι τὸν ἀγαθὸν ἐξηγητὴν ἱκανὸν εἶναι χρὴ
14. κρίνειν πρότερον αὐτὸν ὅσα καλῶς ἢ μὴ καλῶς εἶπεν ὁ
15. συγγραφεὺς, ἵνα μὴ τοῖς κακῶς εἰρημένοις συναγορεύων,
16. ἀγνοίας ἢ φιλονεικίας ἀπενέγκηται δόξαν. ἐπεὶ δὲ οὐ μόνον
17. ἐν αὐτῇ τῇ ῥήσει τῇ νῦν προκειμένῃ παρατίθενται
18. τοὺς ἐκ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἀλλὰ καὶ δι’ ὅλου τοῦ
1. βιβλίου τοῦτο πράττουσιν, ἄμεινον εἶναί μοι δοκεῖ τέλειον
2. ὅλον ἐκπληρῶσαι τὸν ἐνεστῶτα λόγον. ἐὰν δέ τις ἄχθηται
3. τῷ μήκει, νομίζων τῆς προκειμένης ῥήσεως ἴδιον αὐτὸν, οὐ
4. κοινὸν ὑπάρχειν ὅλου τοῦ βιβλίου, παρ’ ἡμῶν ἀκούσας, ὡς
5. τοῖς μὲν ἐξηγηταῖς ἐν ἁπάσαις σχεδὸν ταῖς ἐξηγήσεσιν, ἐξ
6. ὧν κακῶς παρατίθενται ῥήσεων, οὐ μόνον μακρὸς, ἀλλὰ καὶ
7. βλαβερὸς τοῖς μανθάνουσιν ὁ λόγος γίνεται· τὰ δ’ ὑπ’ ἐμοῦ
8. νῦν ἅπαξ ῥηθέντα χρησιμώτατά ἐστι καὶ τὴν τῶν μελλόντων
9. ἁπάντων ἐξήγησιν σύντομον ποιεῖται, παύσεται μὲν
10. ἐγκαλῶν τῷ μήκει, χάριν δ’ εἴσεταί μοι τῆς τῶν διδαχθέντων
11. ὠφελείας ἕνεκα καὶ τῆς τῶν μελλόντων λεχθήσεσθαι
12. συντομίας. γενήσεται δ’ ὁ λόγος, ὡς ἐπὶ παραδείγματος
13. τῆς φρενίτιδος, ἁπάντων νοσημάτων κοινὸς ὤν. ἐπεὶ τοίνυν
14. πρόκειται μεθόδῳ τὰ φρενιτικὰ σημεῖα πάνθ’ εὑρεῖν, ἀπὸ
15. τῆς τοῦ πάθους ἐννοίας ἀρξώμεθα. δέδεικται γὰρ ἐν τοῖς
16. περὶ ἀποδείξεως ἀρίστη πάντων τῶν ῥηθήσεσθαι μελλόντων
17. ἀρχὴ, τοῦ ζητουμένου πράγματος ἡ ἔννοια. φρενῖτιν
1. οὖν ὀνομαζόντων πάντων ἀνθρώπων τὴν τοιαύτην διάθεσιν,
2. ἐν ᾗ τὰς φρένας ὁρῶσι βεβλαμμένας, ἃς δὴ καὶ νοῦν καὶ
3. διάνοιαν ὀνομάζουσιν, εὑρῆσθαι χρὴ πρότερον ἐν ᾧ τοῦ
4. σώματος μορίῳ τὸ φρονοῦν τῆς ψυχῆς ἐστιν. ἐπιδέδεικται
5. δ’ ἡμῖν πρῶτον τοῦτο ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
6. Πλάτωνος δογμάτων, ὥστε ἀπ’ αὐτῶν νῦν ἀρξάμενοι διὰ
7. κεφαλαίων εἴπωμεν, οἶον ἐπιτομήν τινα τῶν ἐν τῇ περὶ τῶν
8. πεπονθότων τόπων πραγματείᾳ γεγραμμένων. ἀναγκαῖον
9. γὰρ εἶναί φημι τῇ τε βλάβῃ τῶν ἐνεργειῶν τοῦ πεπονθότος
10. μορίου καὶ τοῖς κατ’ αὐτὸ φαινομένοις εὑρίσκεσθαι τὴν
11. διάθεσιν ἤτοι γ’ ἀρχομένην ἢ συντετελεσμένην. εἴρηται
12. δέ μοι καὶ πρόσθεν ὡς τὰ τῆς ἀρχομένης γνωρίσματα προγνωστικὰ
13. σημεῖα τῆς ἤδη συμπεπληρωμένης ἐστί. τίνα τοίνυν
14. ἔργα τοῦ ἐγκεφάλου κατὰ φύσιν ἔχοντός ἐστιν ὁ γνοὺς
15. ἐκ τῆς βλάβης αὐτῶν εὑρίσκειν δυνήσεται, πρῶτον μὲν ὅτι
16. πέπονθεν, εἶθ’ ὁποῖόν τι τὸ πάθος ἐστὶν αὐτό. εὑρέθη
17. δὲ ἡμῖν ταῦτα, ἥ τε κατὰ προαίρεσιν ἐνέργεια καὶ διανόησις,
18. αἴσθησίς τε καὶ μνήμη. τούτων οὖν αἱ βλάβαι τὸν
1. ἐγκέφαλον ἐνδείξονται πάσχοντα τοιοῦτον πάθος, οἶον ἂν
2. εἴη τὸ τῆς βλάβης εἶδος, οἶον αὐτίκα τῶν κατὰ προαίρεσιν
3. ἐνεργειῶν ὄργανα μὲν οἱ μύες εἰσί. γίνονται δ’ αὗται τοῖς
4. διά τε τῶν χειρῶν καὶ σκελῶν ἐνεργοῦσι καὶ τὴν κεφαλὴν
5. καὶ ῥάχιν κινοῦσι διαλεγομένοις τε καὶ φωνοῦσι καὶ ἀναπνέουσιν.
6. ἐδείχθη γὰρ καὶ ἥδε ἡ ἐνέργεια τὴν πρώτην
7. ἀρχὴν τῆς κινήσεως ἔχουσα διὰ τῶν ἀπ’ ἐγκεφάλου νεύρων
8. ἐπὶ τοὺς τοῦ θώρακος μῦς ἀφικνουμένων. ὅταν οὖν τις
9. ἐνέργεια τῶν εἰρημένων φανεῖται βεβλαμμένη, ζητητέον ἐστί
10. σοι πότερον τὸ ἴδιον πάθος ἐστὶ τῶν ἐργαζομένων αὐτὴν
11. μυῶν ἢ διὰ τὴν ἀπὸ τῆς ἀρχῆς ἀφικνουμένην ἐν
12. αὐτοῖς δύναμιν ἡ βλάβη γίγνεται. εἶτ’ ἂν εὕροις ὅτι διὰ
13. τὴν ἀπὸ τῆς ἀρχῆς, ὑπόπτευε εὑρεθήσεσθαί τι νόσημα τῆς
14. ἀρχῆς αὐτοῦ, ἐὰν ἡ φαινομένη βλάβη μὴ μικρὰ καὶ τὴν
15. αὔξησιν ἀξιόλογον ἔχῃ, οἷον, ἵνα σαφὴς ὁ λόγος γένηται,
16. τῆς ἀναπνοῆς ὑπὸ τῶν κατὰ τὸν θώρακα μυῶν γινομένης,
17. ὅταν ἀπαθεῖς ὦσιν οἱ τοιοῦτοι, ζήτησαι μή τι τῶν ἄλλων
18. μορίων πέπονθε, δι’ ὧν τὸ πνεῦμα κατὰ τὰς ἀναπνοὰς
1. εἴσω τε καὶ ἔξω φέρηται, καὶ μηδὲν εὑρὼν ἐκείνων βεβλαμμένον
2. ὑπόπτευε τὸν ἐγκέφαλον πεπονθέναι. ἵνα δὲ ἀκριβὴς
3. ὁ διορισμὸς ᾖ καὶ τὰ συγκινούμενα τῷ θώρακι μόρια
4. συνεπίσκεψαι. δέδεικται γὰρ ἐν τῷ περὶ δυσπνοίας καὶ
5. ταῦτα βλάπτοντα τὴν ἀναπνοήν. ἐὰν οὖν ἅπανθ’ εὕροις
6. αὐτὰ τελέως ἀπαθῆ, τηνικαῦτα τὸ τῆς δυσπνοίας εἶδος ἐπίσκεψαι
7. τίνα δύναται διάθεσιν ἐνδείξασθαι τῶν κατὰ τὸν
8. ἐγκέφαλον, οἷον, ἵνα πλῆρες ᾖ τὸ παράδειγμα, φησὶν Ἱπποκράτης
9. ἐν τῷ προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν
10. πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις,
11. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην
12. δηλοῖ. ὀνομάζει δὲ τὸ διὰ πολλοῦ τοῦτο πνεῦμα
13. καὶ ἀραιὸν αὐτὸς, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰ περὶ δυσπνοίας
14. ὑπομνήματα. τὸ μὲν γὰρ ἀραιὸν ἴδιόν τε ἅμα καὶ
15. ἀχώριστον παραφροσύνης σημεῖον. ἐπιδέδεικται δὲ καὶ κατὰ
16. τὰ τῶν ἐπιδημιῶν βιβλία ὡς ἅπαντες οἱ μέγα καὶ ἀραιὸν
17. ἀναπνέοντες παρεφρόνησαν. εἰ μὲν οὖν τις ἐν οὔροις ἢ διαχωρήμασιν
1. ἢ πτύσμασιν ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἤ τινι τῶν
2. ἄλλων δύναται δεῖξαί τι σημεῖον, εἴτε ἰδίᾳ μόνης τῆς παραφροσύνης
3. ἐστὶν ἴδιον εἴτε μὴ καὶ μόνης, ἀλλ’ ἀχώριστον
4. αὐτῆς, εἰκότως αὐτὸ τοῖς φρενιτικοῖς συναριθμήσειε σημείοις.
5. εἰ δ’ οὔτ’ ἐκ τῆς τῶν πραγμάτων φύσεως
6. ἀπόδειξιν εἰπεῖν αὐτῷ τινα δυνατόν ἐστιν οὔτ’ ἐν τοῖς τῶν
7. ἐπιδημιῶν δεῖξαι παραφροσύναις πάσαις ἤτοι διὰ παντὸς
8. ὑπάρχον, ἢ εἰ μὴ διὰ παντὸς, ἀλλὰ μόναις ὑπάρχον αὐταῖς.
9. οὐκ εὐλόγως τὸ τοιοῦτον σημεῖον ἐν τοῖς φρενιτικοῖς τάττει,
10. τοῦτ’ ἔχων ἓν μόνον εἰπεῖν, ὅτι τεθέαταί ποτε φρενιτικοῖς
11. τισιν ὑπάρξαν αὐτό. κατὰ γοῦν τὸν αὐτὸν λόγον τἀναντία
12. τοῖς φρενιτικοῖς νοοῦμεν σημεῖα εἶναι. φέρε γὰρ εἰκὸς ἡμῖν
13. ἑωρᾶσθαι φρενιτικοὺς, ὧν τοῖς μὲν τὰ κατὰ τὴν κοιλίαν
14. ἐπισχεῖσθαι, τοῖς δὲ ἄλλοις καὶ πλείω τῶν κατὰ φύσιν ἐκκρίνεσθαι.
15. ἔγραψε δή πού τις, σὺν τοῖς φρενιτικοῖς σημείοις
16. καὶ τὴν τῆς γαστρὸς ἐπίσχεσιν, εἶτά τινα τούτου
17. μαρτύριον εἶναι νομίζει τῶν φρενιτισάντων ἐκείνους, οἷς
18. προσεπεσχέθη γαστήρ. προπετοῦς γάρ τινος ἐν ταῖς ἀποφάσεσι
1. γράψαντος, ἐπισχεθεῖσαν κοιλίαν φρενιτικὸν εἶναι
2. σημεῖον, ἔνεστιν ἄλλῳ προπετεῖ, μὴ μαρτυρεῖν τῷ λόγῳ φάσκοντι
3. καὶ τούσδε φρενιτικοὺς, ὧν ἐκταραχθεῖσαν ἐθεάσατο
4. τὴν γαστέρα. γράφοντος οὖν Ἱπποκράτους ἐπὶ τῶν ἐπιδημιῶν
5. ἅπαντα τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις, ἀναγκαῖόν
6. ἐστιν ὥσπερ τοῖς φρενιτικοῖς, οὕτω καὶ τοῖς περιπνευμονικοῖς
7. καὶ τοῖς κυναγχικοῖς ἅπασί τε τοῖς ἄλλοις ἤτοι γ’
8. ἐπισχεθείσης τῆς γαστρὸς ἢ ὑπελθούσης, ἐκεῖνον μὲν γράψαι,
9. σὺν τοῖς ἰδίοις τῶν παθῶν καὶ ταῦτα. τοὺς δ’ ἐξηγητὰς
10. ἡγεῖσθαι τοῦ νοσήματος αὐτὰ εἶναι σημεῖα, μὴ γινώσκοντας
11. ἄλλα μὲν εἶναι τὰ παθογνωμονικὰ καὶ προγνωστικὰ
12. νοσήματος ἴδια· ἄλλα δὲ καὶ ἀχώριστα σημεῖα. καθάπερ
13. ὀλίγον ἔμπροσθεν ἔφην,· ἐπὶ τῆς ἀναπνοῆς μεγάλης
14. καὶ ἀραιᾶς γινομένης. ὅταν δὲ τούτων μὴ εὐπορῶμεν, τὸ
15. μήτ’ ἴδιόν τι ζητεῖν ἢ ἀχώριστον τοῦ πάθους γνώρισμα,
16. ἀλλὰ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει,
17. τότε πάντων τῶν κατὰ τὸ σῶμα φαινομένων αὐτῷ σημείων
18. τε καὶ συμπτωμάτων ἡ ἐπίσκεψις ἀναγκαία γίνεται. περιέχεται
1. δ’ ἐν αὐτοῖς καὶ τὰ τῶν κρίσεων δηλωτικά. πάλιν
2. οὖν ἐπ’ ἀρχὴν ἀναγαγόντες τὸν λόγον εἴπωμεν, ὡς κατὰ τὴν
3. προκειμένην ῥῆσιν ὁ γράψας τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις
4. οὖρα ἄχροα, μέλανα, ἐναιωρούμενα, ἐφ’ ἱδρῶτι φρενιτικά.
5. περὶ μὲν ἰδίων τε καὶ ἀχωρίστων φρενίτιδος ἔγραψεν ἐν τῷ
6. φάναι τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις. τῶν δ’ οὔτ’ ἀχωρίστων
7. οὔτε μόνης αὐτῆς ἰδίων, τὴν ἐφ’ ἱδρῶσιν, ἀλλ’ ὅμως
8. αὐτὴ κατὰ τὸν πεπονθότα γιγνομένη τόπον, συνενδείκνυσθαι
9. δύναται τοῖς προειρημένοις. τὰ δὲ περὶ τῶν οὔρων συνημμένα
10. κεχώρισται μὲν τῶν φρενιτικῶν. εἰς γοῦν τὴν ἐπίσκεψιν
11. τοῦ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει
12. συντελεῖ, εἴ γε προσήκει πρῶτον ἁπάντων ἐν ταῖς πρὸς
13. τοὺς ἀσθενοῦντας εἰσόδοις εὑρεῖν, εἴτε μιᾶς ἐκ τῶν τριῶν
14. ἀρχῶν νοσούσης εἴτε δυοῖν ἢ καὶ πασῶν ὁ κάμνων ἔχει
15. μοχθηρῶς, ἢ τῶν μὲν ἀρχῶν οὐδεμία πέπονθε, τῶν δ’ ἀπό
16. τινος αὐτῶν ἐκπεφυκότων ἢ ὁπωσοῦν ᾠκειωμένων τι. ἐὰν
17. οὖν ἐπὶ ταραχώδεσιν ἀγρύπνοις ἐπισκεπτομένῳ σοι τὰ οὖρα
1. μηδὲν ἐν αὐτοῖς σημεῖον μοχθηρὸν φαίνηται, ἀλλὰ μηδ’ ἐν
2. τοῖς σφυγμοῖς. ἕνεκα γὰρ ἀκριβεστάτης διαγνώσεως ἀναγκαῖόν
3. ἐστι καὶ τοῦτο προσθεῖναι, φρενιτικὸν μὲν οὐδὲν ἦττον
4. ἐγχωρεῖ γενέσθαι τὸν οὕτως διακείμενον ἄνθρωπον,
5. ἐπειδὴ τὰ τῆς φρενίτιδος αὐτῷ πάρεστι σημεῖα, κινδυνεῦσαι
6. δ’ ἧττον ἐκείνων, ἀβλαβεῖς τὰς κυριωτάτας ἐνεργείας
7. τῶν ὑπολοίπων δυοῖν ἀρχῶν ἔχοντα. ταῦθ’, ὡς ἔφην, ἅπαξ
8. μὲν εἰρήσθω μοι, μνημονευέσθω δὲ καθ’ ὅλον τὸ βιβλίον,
9. ἵνα μὴ πολλάκις ἀναγκάζωμαι λέγειν τὰ αὐτά.

Cliquer un n° de page pour en afficher l’image