12. Ἐνύπνιά τε ἐν φρενιτικοῖσιν ἐναργῆ.
14. Τοῦτο Σάτυρος ὁ Κοΐντου μαθητὴς, ὃν ἐγὼ πρότερον
15. ἔσχον διδάσκαλον Πέλοπος, οὕτως ἐξηγεῖτο· τῶν ἐν τοῖς
16. φρενιτικοῖς ἐναργῶς ὁρωμένων τε καὶ πραττομένων πρὸς
17. αὐτῶν ὅσα ὁρᾶσθαί τε καὶ πράττεσθαι δοκεῖ ἡμῖν, οὐκ
18. ἔστι κατ’ ἀλήθειαν ὕπαρ, ἀλλ’ ἐνύπνια πάντα ἐναργῆ. ὅτι
1. μὲν οὖν καὶ ἄλλοι τινὲς ἐκ τῶν ὕπνων ἀνιστάμενοι περιέρχονται,
2. κοιμώμενοι μὲν, ἀναπεπταμένους δὲ τοὺς ὀφθαλμοὺς
3. ἔχοντες ὁμοίως τοῖς ἐγρηγορόσιν, ἐν πολλοῖς ἱστόρηταί τε
4. καὶ γέγραπται. εἰ δὲ τοιαῦτά ἐστι τοῖς φρενιτικοῖς τὰ
5. πραττόμενα, τῶν ἀδήλων ἡμῖν ἐστιν. ὅπως δ’ ἂν ἔχει τὸ
6. ἀληθὲς, οὐδὲν εἰς πρόγνωσιν ὀνίνησιν ἡ ἐξήγησις αὕτη. εἰ
7. δ’ ἐγὼ τὰ προηγούμενα τῶν φρενιτικῶν ἐνύπνια βλέπεσθαι
8. λέγω σαφῶς οὕτως, ὡς ἐκθροεῖσθαι τῶν ὕπνων αὐτοὺς,
9. ἀναπηδῶντας ἢ φθεγγομένους διὰ τὴν ἐνάργειαν τῶν φαντασμάτων,
10. χρήσιμον εἰς τὴν τοῦ πάθους τούτου πρόγνωσιν.
11. ἡ γὰρ ξηρότης αὐτὴ τῆς ἀγρυπνίας ἐστὶν αἰτία καὶ τῆς τῶν
12. ὀνειράτων ἐμφάσεως. οὕτω γοῦν καὶ τοῖς μελαγχολικοῖς διὰ
13. τὴν ξηρότητα πάντῃ ἐναργῆ φαίνεται τὰ κατὰ τοὺς ὕπνους
14. φαντάσματα. καὶ τῶν ὑγιαινόντων δὲ τοῖς μὲν ἐνδεῶς διαιτηθεῖσιν
15. ἐναργεῖς οἱ ὄνειροι γίνονται, τοῖς δ’ ἐμπεπλησμένοις
16. ἢ μεθύουσιν οὕτως ἀφάνταστοι δοκοῦσιν εἶναι, διαῤῥεόντων
17. αὐτοῖς τῶν φαντασμάτων ὑπ’ ἀμυδρότητος, ὡς μηδὲ
18. ἴχνος αὐτῶν καταλιπεῖν εἰς μνήμην· οὕτω καὶ τῶν
1. παθῶν ὅσα μεθ’ ὑγρότητος ἐγκεφάλου γένηται, κωματώδη
2. τέ εἰσι καὶ ὑπνώδη καὶ ἀφάνταστα. μοχθηρὸς οὖν ἐστιν
3. ὁ λόγος τῶν οἰομένων οὐδ’ ἐνύπνιον ὁρᾶσθαι τοῖς φρενιτικοῖς
4. ἐναργὲς, εἴ γε φασιν ὡς μηδ’ ὅλως ὁρῶσιν ἐνύπνιον,
5. ὡς ἂν μὴ κοιμώμενοι. πρῶτον μὲν γὰρ ἑτοίμως λαμβάνουσι
6. τὸ τὰ συμπεπληρωμένα σὺν τοῖς οἰκείοις μεγέθεσι πάθη,
7. μόνα καλεῖται ταῖς ἰδίαις προσηγορίαις, ὑπεριδόντες οὐ σμικροῦ
8. λόγου τοῦ κατ’ ἀρχὰς ἡμῖν ῥηθέντος, ὡς οὐδὲ προγινώσκεταί
9. τι τοῖς ἰατροῖς μέλλον πάθημα. τῶν δὲ ἤδη
10. μὲν ἀρχὴν γενέσεως ἐχόντων, οὐδέπω δὲ τοῖς πολλοῖς διὰ
11. τὴν σμικρότητα γνωριζομένων, ἡ γενομένη τοῖς τεχνίταις
12. γνῶσις ἐπαγγελθεῖσα τοῖς ἰδιώταις πρόγνωσις ὡς πρὸς
13. ἐκείνους ἐστὶν, ὥστε καὶ τοὺς φρενιτικοὺς ἤδη τοῖς τεχνίταις
14. γνωρίζεσθαι τῆς κατὰ τὸν ἐγκέφαλον διαθέσεως ἄρτι
15. συνισταμένης. ἔπειτα δὲ εἰ καὶ μὴ συγχωρεῖ τις ὀνομάζειν
16. φρενιτικοὺς ἤδη τοὺς μηδέπω σαφῶς παρακόπτοντας, ἀλλ’
17. ὅτι γε φρενιτικοὶ γενήσονται. προγνῶναι δυνατόν ἐστιν ἐκ
18. τῶν ἐνυπνίων, ὡς κατὰ τὴν προκειμένην ῥῆσιν ἐγχωρεῖ λελέχθαι,
1. τὰ ἐν τοῖς φρενιτικοῖς ἐσομένοις ἐνύπνια προηγούμενα,
2. πᾶσιν αὐτοῖς ἐναργῶς ὁρᾶσθαι.