Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.6, ed. Kühn, 1829, vol. 16, p. 527-529. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.6


5. Ἀνάχρεμψις πυκνὴ, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ,
6. φρενιτικά.

8. Βέλτιον ἦν ἴσως προσκεῖσθαι τῷ λόγῳ τὸ μηδενὸς
9. ἀποπτυομένου κατ’ αὐτὴν, ὡς εἴ τι ἀποπτύοιτο, καθάπερ
10. ἐν κατάῤῥοις ἐνίοτε συμπίπτει, διὰ τὸ συῤῥέον εἰς τὸ στόμα
11. διὰ τῶν εἰς τὴν ῥῖνα συντρήσεων, εἴωθε γίνεσθαι τοῦτο·
12. συμβαίνει δ’ ἐνίοτε καί τινος ἔξωθεν τῇ ῥώμῃ τῆς ἀναπνοῆς
13. ἑλχθέντος, εἶτ’ ἐν αὐτοῖς τοῖς κατὰ τὴν σύντρησιν
14. πόροις ἐμπλασθέντος ἢ σφηνωθέντος ἀνάχρεμψιν γίνεσθαι
15. πυκνήν. ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ὑπὲρ τῶν ἀμελέστερον
16. ἢ ἁπλοϊκώτερον ἑρμηνευόντων ἄνευ διορισμοῦ, χρὴ μεμνῆσθαι
17. τὰ λεγόμενα πάντα κατὰ τὰς τοιαύτας διδασκαλίας,
1. ὑπεξῃρημένων τῶν ἔξωθεν αἰτίων λέγεσθαι. διὰ τοῦτο οὖν
2. καὶ ἡ ἀνάχρεμψις ἕν τι τῶν προαιρετικῶν οὖσα ἔργων, γίγνεται
3. πυκνὴ βλαβέντος τοῦ λογισμοῦ, καθάπερ
4. καὶ ἄλλη τις τῶν προαιρετικῶν ἐνεργειῶν, ὡς ἔνιοι μέν γε
5. μετὰ ψόφου φῦσαν ἐκκρίνουσι, περὶ παντὸς ἄνωθεν ποιούμενοι,
6. τοῦτο δρᾶν ἀκούοντός τινος. ἔνιοι δὲ χεῖρα κινοῦσιν
7. ἀλόγως ἢ σκέλος ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πράττουσιν ἢ λέγουσι.
8. κατὰ τὸν κοινὸν οὖν λόγον ἁπασῶν τῶν προαιρετικῶν
9. ἐνεργειῶν ἀλόγως πλεοναζουσῶν ἢ ἐλλειπουσῶν καὶ ἡ
10. ἀνάχρεμψις ἐν τοῖς φρενιτικοῖς σημείοις ἐστίν. οὐ μὴν
11. οὕτω γε ἰσχυρὸν, ὡς ἡ ἀγρυπνία καὶ μάλιστα ἡ ταραχώδης,
12. αὕτη γὰρ ἡ ἴδιος τῶν φρενιτικῶν. ἔστι δὲ ταραχώδης, ὡς
13. ἔφην, εἰ ἐν φαντασίαις ἐκβοῶσιν ἢ ἀναπηδῶσι καὶ μόλις
14. γνωρίζωσι τοὺς οἰκείους. καλῶς οὖν προσέθηκεν ἐπὶ τῆς
15. ἀναχρέμψεως, εἰ δέ τι καὶ ἄλλο σημεῖον προσῇ· μικρὰν
16. γὰρ ἔχον τὴν δύναμιν τοῦτο τὸ σημεῖον, ἑτέρων δεῖται μαρτυρούντων
1. αὐτῷ. γιγνομένης δέ ποτε πυκνῆς ἀναχρέμψεως,
2. διὰ γλίσχρον πτύελον ἐμπεφραγμένον τοῖς εἰς τὸ στόμα πόροις
3. ἐκ τῆς ῥινὸς, οὐκ ἀδύνατον οὐδ’ οὕτως τισὶ
4. τῶν φρενιτίζειν μελλόντων συμπίπτειν αὐτὴν, διὰ τὴν κατὰ
5. τὸν ἐγκέφαλον διάθεσιν ξηρὰν καὶ θερμὴν οὖσαν. τὸ δὲ
6. ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον οὐχ ἑνικῶς φρενιτικὸν,
7. ἀλλὰ πληθυντικῶς φρενιτικὰ, πάντως πρὸς τὰ σημεῖα τὴν
8. ἀναφορὰν ἢ πρὸς τὰ πάθη λήψεται, καθ’ ἑκάτερον δὲ τὴν
9. ἑρμηνείαν ἀλλόκοτον ἐργάζεται.

Cliquer un n° de page pour en afficher l’image