Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.7, ed. Kühn, 1829, vol. 16, p. 529-530. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.7


12. Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ πυρετοῦ
13. περιψυχθέντος κακὸν, ἄλλως τε κἂν ἐφ’ ἱδρῶσιν.

15. Ἀσφαλῶς εἷπε, πυρετοῦ περιψυχθέντος, οὐ γὰρ ἀληθὲς
16. ἦν φάναι πυρετοῦ παυσαμένου. διαμένει γοῦν ἐν τοῖς
17. κυρίοις μέρεσιν, εἰ καὶ κατὰ τὴν ἐπιφάνειαν ἐπαύσατο, πυρέττειν
1. ἡμῶν λεγόντων, οὐ μόνον τὸν κατὰ τὸ δέρμα καὶ
2. τὴν ἐκτὸς ἐπιφάνειαν ἔχοντα πυρώδη θερμασίαν, ἀλλὰ καὶ
3. πολὺ μᾶλλον τούτου τοὺς ἐν τῷ βάθει τε καὶ τοῖς σπλάγχνοις.
4. ὁ μὲν οὖν ὀλέθριος καῦσος τὰ μὲν ἔνδον ἐκκαίει,
5. τὰ δ’ ἔξωθεν οὐδὲ μετρίως θερμαίνει. καὶ μέμνηται τοῦ
6. τοιούτου πυρετοῦ κατὰ τοὺς ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης
7. ἐν ᾧ φησιν, ἢν ἐν μὴ διαλείποντι πυρετῷ τὰ μὲν
8. ἔξω ψυχρὰ ᾖ, τὰ δ’ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.
9. τὸ δ’ ἐφ’ ἱδρῶσιν, ἐπειδὴ ποτὲ μὲν ἐπὶ τοῖς κατὰ
10. κεφαλὴν ἢ θώρακα χωρίοις ἱδρώτων γινομένων εἰώθασι λέγειν,
11. ἐνίοτε δὲ ἐπὶ τῶν δι’ ὅλου μὲν τοῦ σώματος, ἀλλ’
12. ὀλίγον· ὁπότερον δ’ ἂν εἴη νῦν εἰρημένον, οὐκ ἀγαθόν ἐστι
13. σημεῖον· οἱ μὲν γὰρ δι’ ὅλου τοῦ σώματος ἱδρῶτες ἐπ’ ὀλίγον
14. οὕτω γιγνόμενοι, διότι μὴ λύουσι τὴν καθ’ ὑποχόνδριον
15. φλόγωσιν οὐκ ἀγαθοὶ. οἱ δ’ ἐν τοῖς ἄνω μέρεσιν, ἐπειδὴ
16. κατὰ διττὸν γίνονται τρόπον ἢ ἀῤῥωστούσης τῆς δυνάμεως
17. ἢ βαρυνομένης ὑπὸ πλήθους.

Cliquer un n° de page pour en afficher l’image