2. Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾶ.
4. Τὸ νεανικῶς δηλονότι ἀντὶ τοῦ γενναίως ἢ σφοδρῶς ἢ
5. ἰσχυρῶς εἴρηκε. μέσον δὲ τεταγμένον τοῦ τε φρενιτικὰ καὶ
6. τοῦ τρομώδεα δύναται μὲν, ὅσον ἐπὶ τῇ τάξει, μεθ’ ἑκατέρου
7. λέγεσθαι. κατὰ δὲ τὴν τῶν πραγμάτων ἀλήθειαν
8. ἐξεταζόντων τὸν λόγον οὐ δύναται τῷ τρομώδεα συντάσσεσθαι.
9. γενήσεται γὰρ ἡ διάνοια τοιαύτη, ὅτι τὰ φρενιτικὰ
10. πάθη τελευτᾶν εἴωθεν εἰς τρόμον σφοδρὸν, ὃ προφανῶς
11. ψευδές ἐστι, μόναις ταῖς σφοδροτάταις φρενίτισιν ἑπομένου
12. τοῦ συμπτώματος. αἱ γὰρ ἀτονίαι τῶν νεύρων διὰ τὴν
13. τοῦ πάθους ξηρότητα τοῖς φρενιτικοῖς ὑπάρχουσιν ἄχρι
14. πλείστου. καταλυθείσης δὲ τῆς δυνάμεως ἀγρυπνίαις τε
15. καὶ πολλαῖς κινήσεσιν, ἅμα δὲ καὶ τῶν νεύρων ὑπερξηρανθέντων
16. οἱ τρόμοι γίνονται.