Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 1.Prooemium, ed. Kühn, 1829, vol. 16, p. 489-490. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:1.Prooemium

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ

ΠΡΟΡΡΗΤΙΚΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ.

1. Προοίμιον. Οὐ μὴν οὐδὲ τὴν Ἡροφίλου νομοθεσίαν
2. ἀποδεκτέον, ἐπιχειροῦντος διωρίσθαι πρόγνωσιν προῤῥήσεως
3. τῷ βεβαίῳ τε καὶ οὐ βεβαίῳ· καὶ γὰρ καὶ προγινώσκομεν
4. ἑκατέρως καὶ προλέγομεν, ὥσπερ καὶ τἄλλα
5. πάντα κατὰ πάσας τὰς τέχνας. ὄμβρους γοῦν καὶ αὐχμοὺς
6. καὶ κρύος καὶ θάλπος, ἀνέμους τε καὶ νηνεμίας ἔκ τινων
7. σημείων προγινώσκουσι καὶ κυβερνῆται καὶ γεωργοὶ καὶ ποτὲ
8. μὲν ἀκριβῶς τε καὶ βεβᾳίως, ποτὲ δ’ ἄχρι πιθανῆς ἐλπίδος.
1. καὶ γέγραπται περὶ τῶν τοιούτων σημείων, ἄλλοις τε
2. πολλοῖς καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν ἐν ἀέρι
3. φαινομένων βιβλίου· πῶς δ’ ἂν δύναιτό τις ἑτέρως προειπεῖν
4. ὁτιοῦν ὡς ἐσόμενον, ἄνευ τοῦ πρότερον αὐτὸς γνῶναι;
5. τοῦτο γοῦν αὐτὸ καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν ἀρχῇ τοῦ
6. προγνωστικοῦ γράψας ᾧδε· προγινώσκων γὰρ καὶ προλέγων
7. παρὰ τοῖσι νοσέουσιν. ἀλλ’ ἡ μὲν πρόγνωσις ἐν ταῖς ψυχαῖς
8. ἡμῶν, ἡ δὲ τῶν προγνωσθέντων τοῖς πολλοῖς πρόῤῥησις
9. διὰ τῆς φωνῆς γίνεται, καὶ δῆλον ὡς οὐκ ἄλλα μὲν ἐν
10. τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν. ἀλλὰ γὰρ ὅπως
11. ἂν ἔχει τὰ τῆς ἐπιγραφῆς τοῦ βιβλίου καταλιπόντες ἑτέροις
12. ἐπιζητεῖν, ὅσοι τῶν ἔργων τῆς τέχνης οὐ πάνυ τι πεφροντίκασιν,
13. αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον, ἕκαστον
14. ἐπισκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήσαμεν, ἃ προεξηγησάμεθα,
15. τοῖς μὲν διορισμούς τινας ἀναγκαίους προστιθέντες,
16. οὐκ εἰρημένους ὑπὸ τοῦ γράψαντος, ἔνια δὲ
17. δεικνύντες οὐκ εἶναι καθόλου κἀν τῷ χαρακτῆρι τῆς λέξεως,
18. ὡς περὶ τοιούτων ὁ συγγραφεὺς φαίνεται διαλεγόμενος.

Cliquer un n° de page pour en afficher l’image