ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΡΟΡΡΗΤΙΚΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
ΥΗΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ.
2. Ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, τοῦ κατὰ τὸν μηρὸν
3. ἀλγήματος ἀφανισθέντος παρακρουστικὸν καὶ οἷα περὶ
4. ἤχους τοιαῦτα.
6. Ἔστι μὲν οὐκ ὀλίγον ἐν ὅλῳ τῷ βιβλίῳ τὸ ἀσαφές.
7. τὸ δὲ τῆς διανοίας ἐφεξῆς ἴδωμεν. ἐὰν ἐναιωρηθῇ τι τῷ
8. οὔρῳ τοῦ κατὰ τὸν μηρὸν ἀλγήματος, ὡς οἱ ἐξηγηταὶ λέγουσιν,
9. ἀφανισθέντος, ἀσφαλέστερόν τε καὶ βεβαιότερον
1. ἀποφαινόμεθα περὶ τῆς ἐσομένης παραφροσύνης. οὐ μήν
2. γ’ ἀληθὲς ὃ λέγουσιν, ἐὰν ὡς καθόλου λέγηται. τὸ γὰρ
3. λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν ἐναιώρημα κάλλιστόν ἐστιν.
4. οὔκουν ἁπλῶς χρὴ λέγειν, ἐὰν ἐναιωρηθῇ τι τῷ οὔρῳ, τοῦ
5. κατὰ τὸν μηρὸν ἀλγήματος ἀφανισθέντος, ἔσεσθαι παραφροσύνην,
6. ἀλλ’ ἐὰν μοχθηρὸν ᾖ τὸ ἐναιώρημα, καὶ οὐδὲ
7. τοῦτο αὔταρκες, ἀλλ’ εἴ τι κἂν ἓν ἅμα τοῖς εἰρημένοις γενήσεται
8. παρακρουστικὸν σημεῖον. ἐνδέχεται γὰρ τοῦ κατασκήπτοντος
9. εἰς τὸν μηρὸν χυμοῦ παλινδρομήσαντος ἄλλο
10. τι κατωτέρω τῆς κεφαλῆς μόριον ὑποδειξάμενον αὐτὸ μὲν
11. παθεῖν, κωλῦσαι δὲ βλαβῆναι τὴν κεφαλήν· ἐὰν ἀφανισθῇ
12. μὲν τὸ κατὰ τὸν μηρὸν ἄλγημα, ἐναιώρημα δὲ φανεῖται
13. μηδὲν τῆς κεφαλῆς πασχούσης· ὅτι ἐστὶν οὖρον ἄμεμπτον,
14. μὴ ἔχον ἐναιώρημα. μόνον γὰρ ἕν ἐστιν ἄμεμπτον, ὅπερ ἂν
15. ᾖ, κατὰ μὲν τὴν χρόαν ὕπωχρον μετρίως, κατὰ δὲ τὴν σύστασιν
16. σύμμετρον, ἐν τῷ μεταξὺ δηλονότι τοῦ τε παχέος
17. οὔρου καὶ λεπτοῦ. ἐγὼ μὲν οὖν ἀεὶ προσδιορίζομαι τὰ
18. κατὰ τὸ βιβλίον ἀδιορίστως εἰρημένα. καὶ διὰ τοῦτο μέλλοντα
1. βλάψαι τοὺς ἀναγινώσκοντας αὐτά. τοῖς δ’ ἐξηγηταῖς
2. ἀδιόριστος ἡ διδασκαλία γιγνομένη βλάπτει μᾶλλον ἢ
3. ὠφελεῖ τοὺς νέους. ἀρετὴν γὰρ ἐξηγήσεως νομίζουσιν εἶναι
4. συναγορεύειν τοῖς γεγραμμένοις ἐξ ἅπαντος τρόπου,
5. κἂν προφανῶς ὑπάρχῃ ψευδῆ. ὅπου δὲ καὶ τοῦτο
6. πράττουσιν ἑτοίμως ἐπὶ τῶν προφανῶν, πολὺ δήπου μᾶλλον
7. ἐπὶ τῶν ἀφανῶν οὐδὲν αὐτοῖς μέλει τῆς ἀληθείας. τὸ
8. δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὸ καὶ οἷα
9. περὶ ἤχους τοιαῦτα, καλὸν ἦν αὐτὸ καθ’ ἑαυτὸ γεγράφθαι
10. χωρὶς τῆς τῶν οὔρων ἐπισκέψεως, ἵν’ ὁ λόγος ᾖ μερικὸς,
11. ὃν μικρὸν ἔμπροσθεν εἶπον ἐγὼ καθόλου. τὰ γὰρ κατὰ
12. μηρὸν ἀλγήματα παλινδρομήσαντος τοῦ ποιήσαντος αὐτὰ
13. χυμοῦ δύναταί ποτε παραφροσύνην ἐνεγκεῖν, ἐπὶ τὴν κεφαλὴν
14. ἀφικνουμένου τοῦ χυμοῦ σημεῖον οὖν ἔσται τῆς ἐπὶ
15. τὴν κεφαλὴν ἀνόδου τὰ ἐν αὐτῇ συμπτώματα, ὧν εἰσι καὶ
16. οἱ ἦχοι. γράφουσι δ’ ἔνιοι καὶ ὅσα περὶ κύστιν τοιαῦτα
17. καὶ φασι δηλοῦν τὴν λέξιν οὐ μόνον ἐναιωρήματα σκοπεῖσθαι
18. τῶν οὔρων, ὡς παρακρουστικὸν σημεῖον, ἀλλὰ καὶ εἴ
1. τι ἄλλο τοιοῦτον φαίνοιτο τῶν ἐκ τῆς κύστεως ἀποκρινομένων,
2. ὥσπερ οὐ δυνηθέντες ἄνευ τούτου εἰπεῖν ὃ ὁ συγγραφεὺς
3. ἠβουλήθη κατὰ τόνδε τὸν τρόπον ἑρμηνεῦσαι· ἄλλως
4. τε καὶ ἢν οὖρον ἐναιωρηθῇ καὶ ὅσα ἄλλα κατ’ αὐτὸ γίγνεται
5. παρακρουστικὰ σημεῖα. πάλιν κἀνταῦθα τοὺς νέους
6. ἀναμνῆσαι ἀναγκαῖον μηδὲν τῶν ἐν οὔροις σημείων γίγνεσθαι
7. παρακρουστικόν. ἐνδείκνυται γὰρ ταῦτα διάθεσιν μορίων
8. ἥπατος καὶ νεφρῶν καὶ κύστεως καὶ τῶν τὸ αἷμα περιεχόντων
9. ἀγγείων, ῥώμην τε καὶ ἀῤῥωστίαν τῆς τοὺς χυμοὺς
10. γεννώσης δυνάμεως. τῶν δὲ κατὰ τὸν ἐγκέφαλον παθῶν
11. ἄλλα συμπτώματά ἐστι καὶ σημεῖα, περὶ ὦν ἔμπροσθεν
12. ἤκουσας.