15. Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ,
16. ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.
1. Ἡ μὲν ὑγρὰ κοιλία, λέγοιτο δ’ ἂν οὕτως ἐφ’ ἧς ὑγρὰ
2. διαχωρεῖται, καὶ ἡ κοπώδης αἴσθησις, ἡ αὐτῷ τῷ κάμνοντι
3. δηλονότι γιγνομένη, νοσώδη μέν ἐστι συμπτώματα, παρακρουστικὰ
4. δὲ οὐκ ἔστιν, εἴ τι μεμνήμεθα τῶν ἔμπροσθεν
5. εἰρημένων, ἔνθα διῆλθον ὅπως χρὴ γνωρίζειν τὰ δηλωτικὰ
6. τῶν νοσημάτων ἑκάστου σημεῖα καὶ τἄλλα πάντα τὰ κατὰ
7. τὸ σῶμα τοῦ νοσοῦντος φαινόμενα. τινὰ μὲν ἕνεκα τοῦ τὰς
8. ἐν ἑκάστῳ νοσήματι διαφορὰς ἀπ’ ἀλλήλων χωρίσαι, τινὰ
9. δὲ χάριν τοῦ γνῶναι τὸ ἦθος ἑκάστου τῶν παθῶν ἢ τὴν
10. ἐσομένην κρίσιν, ὁποία τέ τις ἔσοιτο καὶ ὁπότε· τήν γε μὴν
11. διδασκαλίαν ἑκάστου τῶν συμπτωμάτων τε καὶ σημείων
12. ἐδείκνυον οὕτω χρῆναι ποιεῖσθαι, καθάπερ ὁ Ἱπποκράτης
13. ἐν τῷ προγνωστικῷ πεποίηκεν, ἑνὸς ἑκάστου κατὰ μόνας ἐκδιδάσκων
14. τὴν δύναμιν ἢ πάλιν ἅμα πλειόνων ὁμοειδῶν,
15. ὥσπερ καὶ νῦν ὁ ταῦτα γράψας ἐμνημόνευσε κεφαλαλγικῶν,
16. ἀγρύπνων, ἀσαφῶν. ἐὰν μὲν γὰρ ἀσαφεῖς ἀκούσωμεν εἰρῆσθαι
17. τοὺς διαλεγομένους ἀσαφῶς ἤτοι διὰ τὴν τῶν διαλεκτικῶν
18. ὀργάνων βλάβην, ἣν ἐκ τῆς τῶν νεύρων κακώσεως
1. ἔσχον ἢ διὰ τὴν τῆς διανοίας αὐτῆς, εἴη ἂν ὁμοειδῆ τὰ
2. τρία σημεῖα, κεφαλαλγία μὲν ἄντικρυς δηλοῦσα τὸν πεπονθότα
3. τόπον, ἀγρυπνία δὲ τῷ γινώσκοντι κατὰ διαφερούσας
4. ἐγκεφάλου διαθέσεις ἐγρήγορσίν τε καὶ ὕπνον ἀγρυπνίαν
5. τε καὶ κῶμα γιγνόμενα. περὶ δὲ τῆς ἀσαφείας ἀρτίως
6. εἶπον, ὅπως ἀκουόντων ἐστὶ παρακρουστική. ταῦτα
7. μὲν οὖν ἐκ τοῦ γένους ἢ εἴδους, ἢ ὅπως ἂν ἐθέλῃ ὀνομάζειν,
8. τῶν φρενιτικῶν ἐστι σημείων. ἐπεὶ δὲ ξηρὸν μάλιστα
9. τὸ φρενιτικὸν πάθος ὁρῶμεν ὑπάρχον, ὅσα συμπτώματα
10. ξηρότητος ἐν τοῖς πλησίον τῆς κεφαλῆς ὀργάνοις ἐστὶν
11. ἢ καθ’ ὁντιναοῦν αὐτῇ τρόπον κοινωνοῦσι, καὶ ταῦτα συνενδείκνυται
12. τὴν μέλλουσαν ἔσεσθαι παραφροσύνην, ὧν σημείων
13. κατὰ τὴν ἐν τῇ προκειμένῃ ῥήσει νόσον εἴρηται τὸ διψώδει,
14. τὸ κοπώδει, διὰ τὸ πολλαχῶς γίγνεσθαι τὸν κόπον, ὡς ἐν
15. τοῖς ὑγιεινοῖς δέδεικται, σαφὲς ἡμῖν οὐδὲν ἄλλο δηλοῖ. τοῦ
16. μὲν οὖν ἑλκώδη τὴν αἴσθησιν ἔχοντος κόπου, διὰ χυμοὺς
17. δακνώδεις τε καὶ δριμεῖς γινομένου, τοῦ δὲ τονώδη διὰ πλῆθος,
1. τοῦ δὲ φλεγμονώδη δι’ ἄμφω. εἰ μὲν ἑλκώδης ἢ
2. φλεγμονώδης ὁ κόπος εἴη, συντελέσει τι πρὸς τὴν ἐλπίδα
3. τῆς γενέσεως τοῦ παρακοπτικοῦ πάθους, εἰ δὲ τονώδης, οὐδέν.
4. οὕτω δὲ καὶ ἡ ὑγρὰ κοιλία χολῆς μὲν ξανθῆς ἀκράτου
5. κενουμένης ἢ καὶ τὸν ἐκ συντήξεων συνενδείξεταί τι
6. περὶ τῆς τοῦ φρενιτικοῦ πάθους γενέσεως, καὶ μᾶλλον ἐὰν
7. ἀφρώδη τὰ διαχωρήματα γίνηται. μὴ προστεθείσης δ’ ἐν
8. τῷ λόγῳ τῆς ποιότητος τῶν ἐκκρινομένων, ἀλλ’ ἁπλῶς ὑγρᾶς
9. κοιλίας ῥηθείσης, οὐδὲν ἂν ἔχοιμεν ἐξ αὐτῆς λαβεῖν εἰς
10. πρόγνωσιν τοῦ τοιούτου νοσήματος. ὡς γὰρ εἴρηται καὶ
11. πρόσθεν ἐπὶ τοῖς ἰδίοις τοῦ πάθους σημείοις ὅσα τοῦ γένους
12. ἐν ᾧ τὸ πάθος ἐστὶ δηλωτικὰ ἐνδείξεταί τι. πρῶτον
13. μὲν γὰρ οὐ τοῦ πάθους αὐτοῦ δηλωτικὰ τὰ τοιαῦτά ἐστιν,
14. ἀλλὰ τοῦ γένους ἐν ᾧ περιέχεται τὸ πάθος, ὅ ἐστι θερμὸν
15. καὶ ξηρόν. ἐπεὶ δὲ ἕκαστον γένος ᾠκείωται τοῖς εἴδεσι,
16. χρήσιμον εἰς τὴν τῶν εἰδῶν γίνεται πρόγνωσιν, ὅταν τῶν
17. ἰδίων τοῦ γένους σημείων φαίνηταί τινα. τὸ δὲ ἀδυνάτῳ
18. προσκείμενον ἐν τῇ συνδρομῇ τῶν εἰρημένων σημείων οὐδὲν
1. ὅλως εἰς τὴν τοῦ παρακοπτικοῦ πάθους πρόγνωσιν συντελεῖ,
2. καθάπερ οὐδ’ εἰς τὴν τοῦ μεγέθους αὐτοῦ γνῶσιν. εἰπὼν
3. γὰρ ἐλπὶς ἐκστῆναι, παρακοπτικὸν μὲν ἐδήλωσεν ἔσεσθαι
4. πάθος, οὐ μὴν δὲ μικρὸν ἢ μέγα τοῦτο. πόθεν οὖν
5. ἔλαβεν αὐτοῦ τὸ μέγεθος; οὔτε γὰρ ἰώδης ἔμετος οὔτε μέλας
6. οὔτ’ οὖρον οὔτε διαχώρημα τοιοῦτον φαίνεται γεγονὸς,
7. ὥσπερ οὐδὲ τῶν ἄλλων, ὅσα προείρηκεν αὐτὸς ἐκστάσεως
8. σημεῖα. οὐ τοίνυν τὴν εἰρημένην ἄρτι συνδρομὴν ἐλπίζομεν
9. εἰς φρενῖτιν τελευτῆσαι, καὶ κινδυνώδη φρενῖτιν,
10. ἐπειδὴ προσέθηκεν ἀδυνάτῳ, τοιαύτην δ’ ἕπεσθαι φρενῖτιν,
11. ὡς ἐκστῆναι, μήτ’ αὐτὸς προσδοκήσεις μήτ’ ἄλλῳ προειπεῖν
12. τολμήσεις. ἐνδέχεται γὰρ ποτὲ μὲν γενέσθαι καὶ τοιαύτην,
13. ἀλλ’ οὐκ ἐκ τῶν σπανίων σημείων ἡ πρόγνωσις· ἀλλ’ ἐκ τῶν
14. ἤτοι διηνεκῶν ἢ πλειστάκις ἀληθευόντων γίνεται. βουλόμεθα
15. γὰρ ἐν ταῖς προῤῥήσεσι μάλιστα μὲν, εἰ οἷόν τε, διὰ
16. παντὸς ἐπιτυγχάνειν, ὡς ἐάν γέ τις ὀκτάκις ἀποτυχὼν, ἐπιτύχῃ
1. δὶς, ἰδιώτου φαυλότερός ἐστι. δύναται γοῦν ἰδιώτης
2. ἐπὶ τῶν νοσούντων ἀποφαινόμενος ἀεὶ τὸ ἐπελθὸν, ἐὰν ἐπιτύχῃ
3. πλεονάκις, ἀληθεύειν ἢ ψεύδεσθαι.