6. Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν ὑποδύσφοροι,
7. κακὸν, ἄλλως τε καὶ ἐπ’ οὔροισι μέλασι, καὶ τὸ θολερὸν
8. ἐπὶ τουτέοισι πνεῦμα κακόν.
10. Καὶ χωρὶς μὲν τῶν ἄλλων ὀλέθριόν ἐστι τὸ μέλαν οὖρον.
11. εἰ δὲ κἀκεῖνα προστεθῇ, συνεπαυξήσει τὸ πλεῖστον
12. τῆς προγνώσεως. τὸ δὲ θολερὸν πνεῦμα τί ποτε δηλοῖ τῶν
13. ἀσαφῶν ἐστι, καὶ μάλιστα ὅτι μήτ’ ἐν τῷ προγνωστικῷ
14. μήτ’ ἐν ἀφορισμοῖς μήτε ἐν ἄλλῳ τινὶ τῶν
15. γνησίων ὁ Ἱπποκράτης συγγραμμάτων εἴρηκε πνεῦμα θολερὸν,
16. ὥσπερ, οὖρον. ἀλλὰ τὸ μὲν οὖρον ὁποῖόν ἐστι τὸ
17. θολερὸν ἡμεῖς τε νοοῦμεν ἀκούοντες ἑκάστοτε τῶν ἀνθρώπων
18. λεγόντων θολερὸν ὕδωρ καὶ ὁ Ἱπποκράτης ἐδίδαξεν
1. αὐτὸ εἰπὼν, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας. εἰκάζει
2. δὲ αὐτὸ καὶ τοῖς τῶν ὑποζυγίων. οὐ μὴν ὁποῖον δή τι τὸ
3. θολερὸν πνεῦμα χρὴ νοῆσαι δῆλόν ἐστιν, ἐπεὶ μηδεὶς λέγει
4. ὥσπερ ὕδωρ θολερὸν οὕτω καὶ ἀέρα, πλὴν εἴ τις ἀτμοῦ
5. μεστὸν ἀκούσειεν, ὥσπερ καὶ ἤκουσάν τινες τῶν ἐξηγησαμένων
6. τὴν προκειμένην ῥῆσιν, καὶ λέγουσί γε ὥσπερ ἐκτὸς
7. ἀποχεόμενον ἱδρῶτα κατὰ τὰς συγκοπὰς ὁρῶμεν, οὕτως ἔσω
8. τὴν ῥύσιν τῶν ὑγρῶν ἐπὶ τῶν ἔσω διαφορουμένων ἀῤῥώστων
9. γίγνεσθαι, καὶ διὰ τοῦτο πάμπολυν ἀτμὸν ἐκπέμπεσθαι
10. διὰ τῆς ἐκπνοῆς καὶ τοῦτ’ εἶναι τὸ θολερὸν πνεῦμα.
11. εἰ δ’, ὡς ἔνιοι τὴν πρώτην συλλαβὴν, οὐ διὰ τοῦ ο γράφουσι
12. θολερὸν, ἀλλὰ διὰ τοῦ α θαλερὸν, οὐκέτι τεκμήρασθαι
13. ποῖόν τι τὸ θαλερὸν πνεῦμά ἐστι. πρόσωπον μὲν
14. γὰρ θαλερὸν, ὥσπερ εἴρηται, τάχ’ ἄν τις ἤκουσε τὸ οἷον
15. εὐεκτικὸν καὶ εὔχρουν. πνεῦμα δὲ θαλερὸν οὐκ ἔστι νοῆσαι
16. τί σημαίνει, πλὴν εἰ τὸ σφόδρα μέγα βούλεται δηλοῦν.
17. ἡ γὰρ τῶν ὀνομάτων ἀλλόκοτος χρῆσις ἀφορμὴν παρέχει
18. τοῖς βουλομένοις νοεῖν, ὡς ἂν ἐπέλθοι. τοιγαροῦν καὶ διὰ
1. τοῦ ο γεγραμμένον θολερὸν. τὸ δυσῶδες ἤκουσαν ἔνιοι, καθάπερ
2. ἄλλοι τὸ βραγχῶδες, ἄλλοι δ’ αὖ τὸ τεταραγμένον,
3. ὡς δύσπνοιαν ὑπ’ αὐτοῦ δηλοῦσθαι, καθάπερ κἂν εἰ οὕτως
4. εἶπε, καὶ δύσπνοια δὲ ἐπὶ τούτοις κακόν. οὐ μὴν ἔοικεν ὁ
5. συγγραφεὺς ἁπλῶς δύνασθαι δηλῶσαι δύσπνοιαν, ἀλλά τινα
6. μίαν ἐν αὐτῇ διαφοράν. εἴτε γὰρ διὰ τοῦ α θαλερὸν εἴτε
7. διὰ τοῦ ο θολερὸν εἴη γεγραμμένον, ἐμφαίνεται τῇ προσηγορίᾳ
8. δηλῶσαι βουλόμενος ἓν εἶδος δυσπνοίας, οὐχ ἁπλῶς
9. πᾶσαν δύσπνοιαν.