Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.39, ed. Kühn, 1829, vol. 16, p. 597-598. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.39


12. Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, οὐκ ἐούσης κενεαγγείης,
13. κακόν.

15. Οὔτε τὸ λεγόμενον ἀσαφὲς οὔτε τὴν αἰτίαν αὐτοῦ χαλεπὸν
16. εὑρεῖν. αὐτὸ μὲν γὰρ τὸ λεγόμενον ἔστι τοιοῦτον·
17. τοὺς ἀδυνάτους καὶ ἀῤῥώστους κατὰ τὰς ἐνεργείας ὁμοίως
1. τοῖς ἐπὶ πολὺ κεκενωμένοις, ἐν κινδύνῳ καθεστάναι νόμιζε,
2. μηδεμιᾶς αὐτῆς γεγενημένης ἀξιολόγου κενώσεως. ἡ δὲ κατὰ
3. τὴν δύναμιν ἀῤῥωστία, ὅταν ἐπὶ μηδεμιᾷ φανερᾷ κενώσει
4. γένηται, πλῆθος ἐνδείκνυται βαρῦνον ἢ δυσκρασίαν μιᾶς
5. τῶν ἀρχῶν. τριῶν δὲ οὐσῶν, ὡς ἔμαθες, τῶν ἀρχῶν τῆς
6. μὲν τῶν προαιρετικῶν ἐνεργειῶν ἐγκεφάλου· τῆς δὲ τῶν ζωτικῶν
7. ὀνομαζομένων καρδίας· τῆς δὲ περὶ τὴν τροφὴν, ἃς
8. δὴ καὶ φυσικὰς ὀνομάζουσιν ἥπατος. ἡ τῆς φυσικῆς δυνάμεως
9. καὶ ζωτικῆς ἀῤῥωστία χειρίστη τέ ἐστι καὶ διὰ ταχέων
10. ἀναιρεῖ. συγκαταλύεται γὰρ αὐτῇ καὶ ἡ κατὰ τὸν
11. ἐγκέφαλον εὐθέως. ἐκείνης μέντοι πασχούσης οὐκ εὐθέως
12. ἡ καρδία βλάπτεται. μεμάθηκας δὲ περὶ τῶν τοιούτων
13. ἁπάντων ἐν πολλαῖς τῶν ἡμετέρων πραγματειῶν.

Cliquer un n° de page pour en afficher l’image