16. Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα
17. πρὸς ἀνάγκην χαλῶσαι, μυκτὴρ ἐπὶ τουτέοισι ῥηγνύμενος,
18. κακόν.
1. Σπυράθους ὀνομάζουσι τὰ τῶν αἰγῶν διαχωρήματα.
2. ξηρὰ δέ ἐστι ταῦτα καὶ περιφερῆ κατὰ πιριγραφὴν ἰδίαν
3. ἕκαστον ἐκκρινόμενον. ὅταν οὖν τις ὁμοίως ξηρὰ καὶ περιγεγραμμένα
4. διαχωρήσει, σπυραθώδη καλεῖται καὶ γίνεται
5. τοιαῦτα διά τε τὸ χρόνῳ πλείονι κατεσχῆσθαι καὶ διὰ
6. θερμασίας πυρώδους πλῆθος. ἐὰν οὖν πρὸς τῷ τοιαῦτα
7. εἶναι καὶ μέλανα γίνηται, καυσώδη διάθεσιν ἐνδείκνυται
8. περὶ τὰ μέσα τοῦ σώματος εἶναι καὶ διὰ τοῦτ’ ἔστι κακά.
9. πρόσκειται δὲ τῷ λόγῳ τὸ, μυκτὴρ ἐπὶ τούτοις ῥηγνύμενος
10. κακὸν, ὥσπερ ἐν ἄλλαις πολλαῖς ῥήσεσι, τὸ κοινὸν πολλῶν
11. ὡς ἴδιον γράφοντος αὐτοῦ, διὰ τὸ μὴ δύνασθαι περιλαβεῖν,
12. ἑνὶ λόγῳ καθόλου τὴν διδασκαλίαν. ἔστι δὲ τὸ κοινὸν ἐν
13. αὐτοῖς τοιοῦτον, χολῆς πολλὴν κένωσιν, ὡς κλόνον σφοδρὸν
14. κρισίμως ἐπὶ πολλῶν γινόμενον νοσημάτων, οὐ φέρουσιν οἱ
15. καταξηρανθέντες οὔτε ῥῖγος οὔτε γαστρὸς ἔκκρισιν οὔτε
16. ἱδρῶτας οὔτε παρωτίδας μεγάλας ἤ τι τῶν ἄλλων ἀποσκημμάτων.
17. οὕτω γάρ τοι τὰς ἐν τοῖς τῶν ἐπιδημιῶν μεμφόμεθα
1. γενομένας ἀποστάσεις ἢ μείους, ὡς ἔφην, ὡς μηδὲν
2. ὠφελεῖν, ἢ μείζους ὡς μὴ δύνασθαι φέρειν. οὕτως οὖν
3. καὶ τὰς αἱμοῤῥαγίας οὐ φέρουσιν οἱ προεξηραμμένοι. τοιαύτη
4. δέ ἐστιν ἡ προειρημένη διάθεσις, οὐδ’ ἑνὶ κατ’ ἀρχὴν
5. τῆς νόσου σπυραθωδῶν διαχωρημάτων ἐκκρινομένων
6. καὶ τούτων οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ πραγματεύεσθαί τι
7. τὸν ἰατρὸν ἢ διὰ κλυστῆρος ἢ διὰ βαλάνου. τὸ γὰρ πρὸς
8. ἀνάγκην τοιοῦτόν τι σημαίνει.