11. Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πολὺ μετὰ καύματος ἀσώδεος,
12. ἐφιδροῦντες οὗτοι κακόν. ἆρά γε τουτέοισι τρομώδεα
13. γίγνεται; καὶ φωνὴ δὲ ὡς ἐν ῥίγει αὐτοπτική.
15. Πάλιν ἡ συνδρομὴ τῶν εἰρημένων συμπτωμάτων αὐτοπτική
16. ἐστιν, οὐ λογική. διὰ τοῦτο καὶ αὐτὸς ἀπορῶν
17. περί γε τούτου λέγει, ἆρά γε τούτοις τρομῶδες γίγνεται;
1. κακὴν μέντοι φησὶ τὴν συνδρομὴν, οὐκ ἀπορῶν περὶ ταύτης,
2. διὰ τὸ μετὰ καύματος ἀσώδους ἐπὶ πολὺ παραμένειν τὸ
3. τῆς ὀσφύος ἄλγημα. καὶ ἡ ἐφίδρωσις δὲ τούτοις προσελθοῦσα
4. βεβαιοτέραν ἐργάζεται τὴν πρόγνωσιν. ἐὰν τε γὰρ
5. ὀλίγον ἱδρῶτα, καθ’ ὅλου τοῦ σώματος γιγνόμενον, ὑπὸ τοῦ
6. τῆς ἐφιδρώσεως ὀνόματος δηλοῦσθαι νοήσωμεν, οὐκ ἀγαθὸν
7. τὸ σημεῖον. ἐχρῆν γὰρ ὑπ’ αὐτοῦ, κἂν εἰ μὴ τὸ τῆς ὀσφύος
8. ἄλγημα, τό γε ἀσσῶδες καῦμα λυθῆναι. ἐάν τε περὶ θώρακα
9. καὶ κεφαλὴν ἱδρῶτας γινομένους, ἐμάθομεν ὅτι διὰ
10. παντὸς οὗτοι μοχθηροὶ, δυνάμεως ἀῤῥωστίαν ἢ πλῆθος ἐν
11. τοῖς τοιούτοις μορίοις ἐνδεικνύμενοι. διὰ μὲν δὴ ταῦτα πάντα
12. ἡ εἰρημένη συνδρομὴ τῶν σημείων ὑπάρχει κακή.
13. πολλῶν δὲ κατὰ τὴν ὀσφὺν κειμένων μορίων, ἄδηλαν ὅσον
14. ἐπὶ τοῖς εἰρημένοις τὸ πεπονθός ἐστιν, ἐφ’ ᾧ τὸ ἄλγημα
15. διαμένει μέχρι πολλοῦ. καὶ τὸ καῦμα τὸ ἀσῶδες οὐ παύεται.
16. διακρίνειν οὖν προσήκει τοῖς ἄλλοις. σημείοις εἰ μὲν
17. οὖν οἱ νεφροὶ πεπόνθασιν, ἔμαθες ὅπως χρὴ γινώσκειν δι’
18. οὔρων τὰ κατ’ αὐτούς. εἰ δέ τις τῶν ἐνταῦθα μυῶν ἢ κατὰ
1. τὸν νωτιαῖον αὐτὸν, ἔτι δῆλον ἅμα τῷ προσγενέσθαι τι
2. γνώρισμα καὶ ἄλλο. τοῦ γὰρ νωτιαίου παθόντος αἴσθησις
3. ἔσται ναρκώδης ἐν τοῖς μορίοις ἐκείνοις, ὅσα τοῦ πεπονθότος
4. ἐκφύεται. ἔμαθες δὲ ἀπὸ τῆς τῶν τοῦ νωτιαίου
5. νεύρων ἀνατομῆς τά τε καθ’ ἕκαστον σπόνδυλον ἐκφυόμενα
6. νεῦρα, τά τε τοῦ σώματος μόρια εἰς ἃ διασπείρεται.
7. ἐὰν οὖν τί σοι γνώρισμα τοῦ νωτιαίου πεπονθότος γένηται,
8. καὶ τρόμον ἔλπιζε καὶ πᾶν ἄλλο πάθος ἔσεσθαι νεύρων, ἓν
9. δέ τι τούτων ἐστὶ καὶ ἡ τῆς τρομώδους φωνῆς βλάβη. τὸ
10. γὰρ ὡς ἐν ῥίγει τὴν τρομώδη φωνὴν δηλοῖ.