13. Ἄκρεα ἐπ’ ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν.
14. καὶ δίψα τοιαύτη πονηρόν.
16. Ἔνιοι τῇ προγεγραμμένῃ ῥήσει συνάπτουσι τὴν νῦν
17. εἰρημένην καὶ διὰ τοῦτο μετὰ τοῦ δέ συνδέσμου γράφουσιν
18. αὐτὴν κατὰ τόνδε τὸν τρόπον· ἄκρεα δὲ ἐπ’ ἀμφότερα
1. ταχὺ μεταπίπτοντα κακόν. ἔστι δὲ τὰ κατ’ αὐτὴν λεγόμενα
2. τῆς προειρημένης συνδρομῆς ἀφωρισμένα. διὸ καὶ ὁ συγγραφεὺς
3. ἅμα ἐκείνοις αὐτὰ γεγραφὼς, καθάπερ καὶ ἄλλα
4. πολλὰ συνῆψεν ἀλλήλοις οὐκ ἀναγκαίαν ἔχοντα κοινωνίαν.
5. ἡμᾶς οὖν αὐτῶν τὴν ἐξήγησιν ἰδίᾳ χρὴ ποιεῖσθαι. μεταπίπτοντα
6. γὰρ ἐπ’ ἀμφότερα ῥᾳδίως τὰ τοῦ σώματος ἄκρεα
7. πονηρόν ἐστι σημεῖον. ἄκρεα δὲ δηλονότι πόδες καὶ χεῖρές
8. εἰσι καὶ ὦτα καὶ ῥὶς, ἃ δὴ κἀν ταῖς μετὰ καταψύξεως
9. εἰσβολαῖς τῶν παροξυσμῶν ἁπάντων πρῶτα ψύχεται. τὸ
10. δ’ ἐπ’ ἀμφότερα δῆλον ὅτι θερμασίαν τε καὶ ψύξιν λέγει.
11. κατὰ φύσιν μὲν οὖν ἐχόντων ἡμῶν εὐκράτως διάκειται τὰ
12. τοῦ σώματος ἄκρεα, μηδεμιᾶς ἑξαιφνιδίου γενομένης μεταβολῆς
13. ἐν αὐτοῖς. εἰ γὰρ καὶ ὅτι μάλιστα χειμῶνος μὲν εἴη
14. ψυχρὰ, θέρους δὲ θερμὰ, κατὰ βραχὺ τὴν τοιαύτην ἴσχει
15. μεταβολὴν, οὐ διὰ ταχέων, οὐδ’ ἰσχυρὰν, ὡς ἤτοι κρυστάλλῳ
16. παραπλησίως ἐψῦχθαι χειμῶνος ἢ τοῖς παρὰ πυρὶ πολλῷ
17. θαλφθεῖσιν ἐοικέναι τοῦ θέρους. ἐν δέ γε ταῖς κακοηθεστάταις
1. νόσοις ἡ μετάπτωσις αὐτῶν ἐν ὥρᾳ μιᾷ γίνεται
2. πρὸς τἀναντία, ποτὲ μὲν, ὡς ἐν χειμῶνι, ψυχρῶν γινομένων,
3. ποτὲ δὲ, ὡς ἐν θέρει, θερμῶν. καὶ συμβαίνει τὸ τοιοῦτον
4. τὴν μὲν οἰκείαν θερμασίαν οὐκ ἐχόντων αὐτῶν, ὑπὸ δὲ
5. τῆς πυρεκτικῆς θερμαινομένων, ἥτις ἀπὸ τῶν μέσων τοῦ
6. σώματος ἀρξαμένη παραπλησίως φλογὶ πᾶν ἐπινεμομένη τὸ
7. σῶμα συνεκθερμαίνει τὰ πέρατα. διαπνευσάσης δ’ αὐτῆς
8. εὐθέως ψυχρὰ γίνεται, τῆς ἐμφύτου θερμασίας ἐσβεσμένης.
9. καὶ δίψα δὲ, φησὶν, ἡ τοιαύτη κακόν. εὔδηλον
10. δ’ ὅτι τοιαύτην λέγει τὴν ἐπὶ τἀναντία μεταπίπτουσαν ἐν
11. τάχει, παραπλησίως τοῖς ἄκροις. ἐπὶ δὲ τἀναντία μετάπτωσις
12. γίνεται δίψης, ὅταν διψῶν ὀλίγον ἔμπροσθεν,
13. ἄδιψος ἐν τῷ παραυτίκα γενήσεται, καὶ μετ’ ὀλίγον αὖθις
14. διψῶν ἔσται, μὴ παυομένης δηλονότι τῆς διψώδους διαθέσεως.
15. ἀδύνατον γὰρ ὀλίγον ἔμπροσθεν ἰσχυρῶς ἐξηραμμένον
16. τὸν ἄνθρωπον ὑγρανθῆναι τελέως, ὡς ἄδιψον γενήσεσθαι.
17. τί ποτ’ οὖν ἐστι τὸ συμβαῖνον ἐπὶ τῶν οὕτως
18. ἐχόντων; ὅπερ κἀπὶ τῶν δι’ ὅλης ἡμέρας τε καὶ νυκτὸς
1. ἐνίοτε οὐδ’ ὅλως οὐρησάντων. πρότερον μὲν γὰρ οὔτε
2. παρηκολούθησε τοῖς κατὰ τὸ σῶμα παθήμασιν ἡ γνώμη
3. τοῦ ἀνθρώπου, τό τ’ ἀθροιζόμενον οὖρον οὔπω διέτεινεν
4. ἰσχυρῶς τὴν κύστιν. ἐπεὶ δὲ ἥ τε διάνοια παρηκολούθησεν
5. ἥ τε κύστις ἐπληρώθη, δι’ ἄμφω ταῦτα τοῦ παθήματος
6. ὁ κάμνων ᾔσθετο. καθάπερ οὖν τοῦτο παραφροσύνης
7. ἐστὶ σημεῖον, οὕτω καὶ τὸ κατὰ τὴν δίψαν· ἐχόντων μὲν
8. αὐτῶν ἀεὶ τὴν τοῦ διψῇν διάθεσιν, οὐκ αἰσθανομένων δὲ
9. πρινὴ τήν τε ψυχικὴν αὐτῶν αἰσθητικωτέραν γενέσθαι, τήν
10. τε τοῦ διψῇν διάθεσιν εἰς ἄκρον αὐξηθῆναι. τὴν μὲν οὖν
11. τῶν ἄκρων μετάπτωσιν ἐπὶ τἀναντία κακὸν εἶναι νομιστέον,
12. ἐνδεικνυμένην ἀῤῥωστίαν μὲν τῆς ἐμφύτου θερμασίας, εὐρωστίαν
13. δὲ τῆς παρὰ φύσιν. τὴν δὲ τῆς δίψης μετάπτωσιν
14. ἀμαύρωσιν μὲν τῆς αἰσθητικῆς δυνάμεως, ἰσχὺν δὲ
15. τῆς διψώδους διαθέσεως.