18. Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις κακόν.
1. Καὶ τούτου τοῦ λόγου γενικώτερος ἄλλος ἐστὶ περιέχων
2. οὐ τοῦτον μόνον, ἀλλὰ καί τινας ἄλλους πολλούς. τὸ
3. γὰρ παρὰ τὴν οἰκείαν φύσιν ἅπαν κακὸν γένος τούτων καὶ
4. ἄλλων πολλῶν τῶν λόγων ἐστίν. ὅτῳ μὲν γὰρ ἡ οἰκεία
5. φύσις κόσμιος, οὗτος οὐ μόνον ἐν ἀκόσμῳ παραφρονήσας
6. ὀλεθρίως ἔχειν ἐνδείκνυται τὴν διάθεσιν, ἀλλὰ καὶ θρασέως
7. ἀποκρινόμενος ἐγγὺς ἥκει φρενίτιδος. ὅτῳ δ’ ἔμπαλιν ἀπόκρισις
8. κόσμιος ἐν τῷ φύσει θρασεῖ, τοῦτο καταφορὰν ἢ
9. λήθαργον ἐλπίζειν ἔσεσθαι.