12. Φωνὴ ὀξεῖα, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.
14. Κατὰ φύσιν μὲν οὖν ἦν εἰπεῖν, οἷς ὀξύνεται νοσοῦσιν
15. ἡ φωνὴ, τούτων ἕλκεται τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν.
16. ἀλλ’ οὐκ οἶδ’ ὅπως χαίρει ταῖς ἀλλοκότοις ἑρμηνείαις
17. ὁ τοῦ βιβλίου συγγραφεύς. ἐάσαντες οὖν τὴν περὶ τούτων
1. σπουδὴν, ἐπὶ τὴν τῶν εἰρημένων διάνοιαν ἔλθωμεν, οὐδ’
2. αὐτὴν μὲν οὖσαν καθόλου παραπλησίως ταῖς πολλαῖς τῶν
3. κατὰ τοῦτο τὸ βιβλίον εἰρημένων, ἀληθῆ δ’ ἂν ὧδέ πως
4. λεχθησομένην, πολλαῖς τῶν ὀξυφωνούντων ἐν ταῖς νόσοις,
5. τὰ ὑποχόνδρια πρὸς τὴν ἔσω χώραν ἕλκεται. τοῦτο γὰρ
6. δηλονότι σημαίνει τὸ εἰρύαται, οὐκ αὐτοῦ τοῦ ὑποχονδρίου
7. προστρέχοντος τοῖς εἴσω κατά τινα διάθεσιν ἰδίαν, ἀλλ’
8. ἐκείνων ἑλκόντων αὐτὸ μᾶλλον. τὸ γάρ τοι διάφραγμα τοῦ
9. τοιούτου συμπτώματος αἴτιόν ἐστιν, ἤτοι φλεγμαῖνον ἢ ξηραινόμενον
10. ὑπὸ τῆς πυρώδους θερμότητος ἢ ἀνασπώμενον
11. ὑπὸ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, αὐτοῦ πάλιν
12. ἐκείνου διὰ φλεγμονὴν ἢ ξηρότητα τεινομένου· καὶ οἱ
13. μὲν πολλοὶ τῶν ἰατρῶν ἐν τοῖς συνεδρεύουσι τῇ φρενίτιδι
14. καὶ τὸ ἀνεσπασμένον ὑποχόνδριον ἔγραψαν. καὶ γὰρ καὶ
15. φαίνεται τοίς τῶν φρενιτικῶν πλείστοις οὕτω διακείμενον.
16. ἀλλ’ ἡ προκειμένη ῥῆσις οὐκ ἀνασπᾶσθαι τὰ ὑποχόνδριά
17. φησιν, ἀλλ’ εἴσω ἕλκεσθαι. σὺ δ’ εἰ βούλει τελέως ἀληθεύειν,
18. ἐξ ἡμίσεος ἀμφότερα συνθεὶς ἐρεῖς εἴσω τε καὶ ἄνω
1. τὸ ὑποχόνδριον ἕλκεσθαι. καὶ τοῦτο εἰκότως γίνεσθαι διὰ
2. τὴν τοῦ διαφράγματος θέσιν λοξὴν οὖσαν. ἄρχεται γὰρ
3. ἀπὸ τοῦ κατὰ τὸ στέρνον πέρατος. ἐντεῦθεν δὲ καὶ βραχὺ
4. λοξούμενον εἴσω τε καὶ κάτω πρὸς τὴν ὀσφὺν ἀφικνεῖται,
5. ὥστε τὸ πλεῖστον μὲν αὐτοῦ τῆς ὅλης οὐσίας ὑποκεῖσθαι
6. κατὰ τὸ βάθος τῶν ὑποχονδρίων, τὴν δ’ ἄνωθεν ἀρχὴν
7. ὑψηλοτέραν εἶναι. καὶ τοίνυν διὰ ταῦτα φαίνεται πρὸς τὴν
8. εἴσω τε καὶ ἄνω χώραν ἑλκόμενον. εἰ δὲ παραβάλλοις ἀλλήλοις
9. ταῦτα, πλέον εἴσω μεθεστὸς ἢ ἄνω σοι φανεῖται.
10. τὴν οὖν φωνὴν παρὰ φύσιν ὀξυνομένην, διά τε τὴν τῶν ὀργάνων
11. ξηρότητα καὶ φλεγμονὴν τῶν μυῶν καταλιπὼν, ἐπειδὴ
12. κυνάγχη τοῦτο τὸ πάθος προσαγορεύεται, περὶ τῆς ὀξυνομένης
13. ἐν ταῖς ἄλλαις νόσοις φωνῆς ἀπεφήνατο λέγων εἰρύαται
14. κατὰ ταύτας εἴσω τὰ ὑποχόνδρια. δέδεικται μὲν οὖν
15. ἐν τοῖς περὶ φωνῆς ἐπὶ στενότητι τῶν φωνητικῶν ὀργάνων
16. ὀξυνομένη φωνή. καὶ διὰ τοῦτο εὐνοῦχοί τε καὶ παῖδες καὶ
17. γυναῖκες ὀξυφωνοῦντές εἰσιν. ἀλλ’ ἐν τοῖς πυρετώδεσι νοσήμασιν
18. ἡ ξηρότης ἐργάζεται τὴν στένωσιν αὐτῶν.