Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.45, ed. Kühn, 1829, vol. 16, p. 609-611. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.45


2. Ὄμμα ἀμαυρούμενον φλαῦρον καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες
3. κακόν.

5. Τὸ ἀμαυρούμενον ὄμμα, καθάπερ γε καὶ τὸ ἀχλυῶδες,
6. αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς ὁρῶσι γίνεται δῆλον· αὐτῷ
7. μὲν τῷ κάμνοντι μηκέτ’ ἐναργῶς ὁρῶντι, καθάπερ ἔμπροσθεν
8. ἐν ταῖς ἀμαυρουμέναις ὄψεσιν, ὥσπερ ἐν τοῖς ἀχλυώδεσι
9. πρὸς τὸ βλέπειν ἀμαυρὸν, ἔτι καὶ διά τινος
10. ἀχλύος οἰομένῳ βλέπειν. ἀχλὺν δ’ ὀνομάζουσι θόλωσιν ἀέρος
11. ἐν τῷ μεταξὺ νέφους τε καὶ ὁμίχλης ἔχουσαν τὸ πάχος,
12. ὡς ὁμίχλης μὲν μᾶλλον πεπιλῆσθαι, νέφους δ’ ἦττον.
13. καὶ γίνεται τὸ τοιοῦτον πάθημα κατὰ τοὺς ὀφθαλμοὺς καὶ
14. τῶν ἀπυρέτων μὲν οὐκ ὀλίγοις, ὥσπερ καὶ ἡ ἀμαύρωσις
15. ἀμυδρὰ τῶν ὀργάνων αἴσθησις οὖσα χωρὶς τῆς κατὰ τὴν
16. ἀρχὴν φαντασίας ἤδη καὶ τῶν νοσούντων πολλοῖς. ἔστι
17. δὲ γενικώτερον ἡ ἀμαύρωσις τῆς ἀχλυώδους ὄψεως. ἀμυδρῶς
18. γὰρ ἀμφοτέρων ὁρώντων προσέρχεται τοῖς μὲν κάμνουσιν
1. αὐτοῖς αἴσθησις οἷον ἀχλύος τινὸς ἐν ταῖς ἀχλυώδεσιν
2. ὄψεσι· τοῖς δ’ ἔξωθεν ὁρῶσι τῶν ὀφθαλμῶν ὁ μὲν
3. ἠμαυρωμένος οὐδεμίαν ἔχων φαίνεται σύστασιν ὑγροῦ παρὰ
4. φύσιν· ἀπόλωλε δ’ ἐξ αὐτοῦ τὸ λαμπρὸν καὶ στίλβον ἐν
5. τοῖς ὀξέως ὁρῶσιν ὀφθαλμοῖς ὑπάρχον καί εἰσιν οἱ ἀμαυρούμενοι
6. παραπλήσιοι τοῖς τῶν νεκρῶν. καὶ πολλοῖς τῶν
7. ἀποθνησκόντων ἔτι ζῶσιν οἱ ὀφθαλμοὶ τοιοῦτοι φαίνονται,
8. καθάπερ καὶ τοῖς ἐν ἐσχάτῳ γήρᾳ, ἀχλυώδεις δ’ οὐ πᾶσιν,
9. ἀλλ’ οἶς μόνοις τεθολῶσθαι φαίνεται τὸ κατὰ τὴν κόρην
10. ὑγρὸν, ὃ λαμπρόν τε καὶ λευκὸν ἦν ὅθ’ ὑγίαινον. ἐκ γοῦν
11. τῶν εἰρημένων εὔδηλον μοχθηρὰς τὰς διαθέσεις ἀμφοτέρας
12. εἶναι τῶν ὀφθαλμῶν. τὸ δὲ πεπηγὸς ὄμμα διὰ
13. τὴν ἀκινησίαν γίνεται τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν,
14. ἥτις ἀκινησία διὰ παράλυσιν ἢ τάσιν ἰσόῤῥοπον ἁπάντων
15. αὐτοῦ γίνεται τῶν μυῶν ἢ διὰ τελείαν ἀῤῥωστίαν τῆς κινούσης
16. αὐτοὺς δυνάμεως, ἐναντίας τῆς τοιαύτης καταστάσεως
17. οὔσης τῇ τῶν ἐνδεδινημένων ὀφθαλμῶν. ἀστήρικτοι
1. γάρ εἰσι παραπλησίως ἐκείνοις τοῖς τὸν καλούμενον ἕππον
2. ἔχουσιν, ὡς μηδέποθ’ ἡσυχάζειν. ἔμπαλιν δ’ αὐτοῖς οἱ
3. πεπηγότες οὐδέποτε κινοῦνται. τὰς οὖν αἰτίας ἀκηκοότι
4. σοι τῆς τοιαύτης καταστάσεως τῶν ὀφθαλμῶν εὔδηλόν ἐστι
5. καὶ τὸ μοχθηρὰς αὐτὰς εἶναι. γράφουσι δ’ ἔνιοι καὶ τὸ
6. πεπηγὸς ἀχλυῶδες κακὸν, ἀχλύν τινα παραπεπηγέναι βουλόμενοι
7. τοῖς ὀφθαλμοῖς, κατὰ τὴν τῆς διαθέσεως ξηρότητα
8. καὶ θερμότητα.

Cliquer un n° de page pour en afficher l’image