2. Ὀδόντων πρίσις ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσι·
3. πνιγμὸς ἐν τούτοισι πάνυ κακόν.
5. Τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων οὐκ εἰωθὼς
6. μνημονεύειν ὁ τὸ βιβλίον τοῦτο γράψας ἐμνημόνευσε νῦν
7. τῆς τῶν ὀδόντων πρίσεως, ἔτι προσθεὶς κατὰ τὸ τέλος
8. αὐτὸ, τὸ πνιγμὸς ἐν τούτοισι πάνυ κακόν. ἔμαθες δὲ καὶ
9. περὶ πρίσεως ὀδόντων ὅπως γίνεται καὶ περὶ πνιγμοῦ, ὥστε
10. οὐδὲν ἔτι κατὰ τήνδε τὴν ῥῆσιν λέγεσθαι ἀναγκαῖον περιττότερον,
11. αὐτὸς γὰρ ἐξ ἐκείνων νοήσεις ἅπαντα.