Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.48, ed. Kühn, 1829, vol. 16, p. 612-617. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.48


14. Προσώπου εὔχροια καὶ τὸ λίην σκυθρωπὸν πονηρόν.

16. Ἐπειδὴ πολλάκις ἐξαπατᾶσθαι συμβαίνει διὰ τὴν εὔχροιαν
17. τοῦ προσώπου καὶ νομίζουσιν ἤτοι γε αἱμοῤῥαγίας
18. κρισίμου τῆς ἐκ τῶν ῥινῶν ἢ παρωτίδων αὐτὴν εἶναι δηλωτικὴν,
1. εἰκότως ἔγραψεν, ὅταν ἅμα σκυθρωπότητι πολλῇ
2. γίνηται, μοχθηρὸν εἶναι σημεῖον αὐτήν. εὐχροεῖν γὰρ ἐν
3. νοσήμασιν ὁμοίως τοῖς ὑγιαίνουσιν ἄριστα κατὰ μὲν τὴν
4. αὐτὴν ἐκείνοις διάθεσιν οὐκ ἐνδέχεται, καταλείπεται δ’
5. ὑπὸ θερμασίας πολλῆς ἐξερύθρους αὐτοὺς γεγονότας ὁμοίους
6. τοῖς εὐχροοῦσι φαίνεσθαι. τὸ δ’ ἐξέρυθρον ἐν τῷ δευτέρῳ
7. τῶν ἐπιδημιῶν ἐπιτήδειον εἰς μελαγχολίαν εἶναί φησιν, ἧς
8. σημεῖον ἡ σκυθρωπότης ἐστίν. ὅταν δὲ καὶ τὸ λίαν
9. αὐτῇ παρῇ πολὺ δή που μᾶλλον, ὥσθ’ ὅταν εὐανθὲς μὲν
10. φαίνηται τὸ πρόσωπον, ὁ δ’ ἄνθρωπος ᾖ λίαν σκυθρωπὸς,
11. ἐμφαίνεταί τις εἷναι κατὰ τὸν ἐγκέφαλον ἱκανῶς θερμὴ
12. διάθεσις ἐκκαίουσα τὸ αἷμα καὶ διὰ τοῦτο γεννῶσα τὴν μέλαιναν
13. χολὴν, ὡς ἐπιδέδεικται. εὔδηλον δ’ ἴσως ἐστὶν,
14. ὥσπερ τινῶν εἰς ὅλον τὸ βιβλίον ἀδιανοήτων ἁπλῶς ἐμνημόνευσα,
15. καὶ νῦν οὕτω ποιήσω καὶ γράψω τινὰ τῶν ἀδιανοήτων
16. ἐξηγήσεων ἕνεκα παραδείγματος, ὑπὲρ ὧν οὐχὶ τὸν
17. εἰπόντα πρῶτον ἐθαύμασα. κοινὸν γὰρ ἁμάρτημα τοῦτο πάντων,
18. ὥσπερ τοὺς υἱεῖς, οὕτω καὶ τὰ πρὸς ἑαυτῶν ἐπινοούμενα
1. στέργειν, πλὴν εἴ τις ἀσφαλὴς ἱκανῶς ὑπάρχων ἐν μνήμῃ
2. διὰ παντὸς ἔχει τὸν Αἰσώπειον μῦθον, ἐξῆφθαι δύο πήρας
3. ἡμᾶς εἰπόντα, ἔμπροσθεν μὲν τὴν τῶν ἀλλοτρίων κακῶν
4. μεστὴν, ὄπισθεν δὲ τὴν τῶν ἰδίων, καὶ διὰ τοῦτο τὰ μὲν
5. τῶν ἄλλων ἁμαρτήματα θεᾶσθαι, τὰ δὲ ἑαυτῶν μὴ βλέπειν.
6. οὗτος γὰρ μόνος ἑαυτὸν ἀσκήσει πρὸς τὴν τῶν ἀληθῶν
7. γνῶσιν. οὔκουν, ὡς ἔφην, θαυμάζω τοῦ πρώτου γράψαντος
8. τὴν ἐξήγησιν, ἀλλὰ τῶν ἀδιανοήτως τὰ ἐκείνου ἐπαινούντων,
9. ὥσπερ καὶ νῦν τις ἐπαινεῖ τὴν ἐξήγησιν τῶν εἰπόντων
10. ἀκούειν χρῆναι προσώπου μὲν εὔχροιαν πρὸς τὴν τοῦ νοσοῦντος
11. αὐτοῦ, τὸ δὲ λίαν σκυθρωπὸν ἐπὶ τοῦ ἰατροῦ
12. θεωμένου τὴν παρὰ φύσιν εὔχροιαν, ὡς κακὸν σημεῖον. εἰ
13. γὰρ τοῦτ’ ἐβούλετο διδάσκειν ὁ γράψας τὸ προῤῥητικὸν, οὕτως
14. ἂν εἰρήκει, προσώπου εὔχροια λίαν σκυθρωπὸν ἐργάζεται
15. τὸν ἰατρόν. ἐπὶ τούτῳ δὲ πονηρὸν οὐκ ἄν ἔτι προσεγέγραπτο
16. κατὰ τὸ τέλος. ἀδιανόητον γὰρ ἱκανῶς προσώπου
17. λέγειν εὔχροιαν, λίαν σκυθρωπὸν σημεῖον ἰατρῷ πονηρόν.
18. ἢ πάλιν οὕτω, προσώπου εὔχροια, λίαν σκυθρωπὸν
1. ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον. ἤτοι γὰρ
2. τὸ σκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον
3. ἢ πονηρὸν εἶναι τὴν εὔχροιαν ἤρκει λελέχθαι μόνον.
4. ἀμφότερα δ’ ἅμα λέγειν οὐκ ἐγχωρεῖ, μετὰ τοῦ καὶ τὸν
5. σύνδεσμον προσκείμενον ἐνδείκνυσθαι σαφῶς, ἐν τῷ κάμνοντι
6. ταῦτ’ ἄμφω συμβεβηκέναι, τήν τ’ εὔχροιαν τοῦ
7. προσώπου καὶ τὸ λίαν σκυθρωπόν. ἵνα δέ τις ἐάσας τὴν
8. ἀπὸ τῆς λέξεως ἔνδειξιν ἐπὶ τὸ λεγόμενον ἔλθοι, ψευδής
9. ἐστιν ὁ λόγος τῶν οὕτως ἐξηγησαμένων. οὐ γὰρ ἔξ ἀνάγκης
10. ἡ εὔχροια τοῦ προσώπου λίαν ἐργάζεται σκυθρωπὸν
11. τὸν ἰατρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ φαιδρότερον ἢ πρόσθεν, ὅταν
12. αἱμοῤῥαγίας ἢ παρωτίδων κρισίμων ἐλπίσῃ σημεῖον εἶναι
13. τὴν εὔχροιαν. εἰ μὲν οὖν ἀπόρου καὶ ἀσαφοῦς ἐσχάτως
14. τῆς ῥήσεως οὔσης ἐπενόουν τοιαῦτά τινα, ἴσως ἂν αὐτοῖς
15. συνέγνωμεν· ἐπεὶ δὲ χρησιμώτατον πρᾶγμα διδάσκει σαφῶς
16. διοριζόμενον, πότε μὲν ἀγαθόν ἐστι σημεῖον ἡ εὔχροια
1. τοῦ προσώπου, πηνίκα δὲ οὐκ ἀγαθὸν, τίς αὐτοῖς συγγνώμη;
2. καθάπερ τοῖς λέγουσι περὶ τῆς εἰς ἄλληλα μεταπτώσεως,
3. τῆς τ’ εὐχροίας τοῦ προσώπου καὶ τῆς σκυθρωπότητος
4. εἶναι τὸν ἐνεστῶτα λόγον. ἡγοῦνται μὲν γὰρ, ὅταν ἄλληλα
5. διαδέχεται ταῦτα, καὶ τῆς μὲν εὐχροίας παυσαμένης
6. ὁ κάμνων γένηται λίαν σκυθρωπὸς, αὖθις δὲ τὴν σκυθρωπότητα
7. γενομένην εὔχροια διαδέχηται, χαλεπὸν εἶναι σημεῖον
8. ὡς οὐ δυναμένων ἀμφοτέρων ἅμα γίγνεσθαι, ἢ οὐ περὶ τῶν
9. ἐναντίων ἔμπροσθεν εἰρηκότος αὐτοῦ, τὴν εἰς ἄλληλα μετάπτωσιν
10. οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐκεῖ μὲν γὰρ ἡ θατέρου
11. γένεσις ἀναιρεῖ τὴν ὕπαρξιν θατέρου καὶ διὰ τοῦτο ἀδύνατον
12. αὐτοῖς ὑπάρχειν ἅμα. τῇ δ’ εὐχροίᾳ τοῦ προσώπου
13. σκυθρωπότητα συνυπάρχειν ἅμα, οὐκ ἀδύνατον. ἐὰν μὲν
14. οὖν ἐφ’ ἑκάστῃ τῶν ῥήσεων, ὅσα κακῶς εἴρηταί τισιν ἐξελέγχωμεν,
15. μέμψονται πολλοὶ τῷ μήκει τῶν ὑπομνημάτων.
16. ἐὰν δ’ ἀνέλεγκτα παραλίπωμεν, συμβήσεταί τινας
17. ἐφεξῆς ἀκούσαντας ἐξηγήσεως ξένης, ὡς παραλελειμμένης
18. ὑπ’ ἐμοῦ μέμφεσθαι καὶ μάλισθ’ ὅταν διακρίνειν οὐδέπω
1. δύνωνται κακίαν καὶ ἀρετὴν ἐξηγήσεως. ἐπεὶ τοίνυν ἀδύνατόν
2. ἐστιν ἐκφυγεῖν τὴν μέμψιν ἢ ὡς μηκύναντα περιττῶς
3. ἢ ὡς παραλιπόντα τι τῶν χρησίμων, εἱλόμην θάτερον,
4. ὃ τοῖς ἀναγνωσομένοις τὰς ὑπ’ ἐμοῦ γεγραμμένας ἐξηγήσεις
5. ὠφελιμώτερον ἔσεσθαι πέπεισμαι.

Cliquer un n° de page pour en afficher l’image