8. Τὰ τελευτῶντα ὑποχωρήματα εἰς ἀφρώδεα ἄκρητα
9. παροξυντικά.
11. Οὐκ οἶδ’ ὅπως οἱ ἐξηγησάμενοι τὸ βιβλίον ὥσπερ ἄλλων
12. πολλῶν παρακηκόασι λέξεων, οὕτω καὶ τῆσδε. τελευτῶντα
13. γὰρ εἰπόντος αὐτοῦ τὴν ἐξήγησιν οὗτοι ποιοῦνται
14. διαχωρημάτων ἀφρωδῶν ἀκράτων. οὐ ταὐτὸν δέ ἐστιν ἢ ᾧ
15. τὰ τοιαῦτα διαχωρεῖται παροξυνθήσεσθαι τὴν νόσον ἢ ᾧ
16. τελευτήσονται αἱ διαχωρήσεις εἰς τὰ τοιαῦτα. μοχθηρᾶς
17. μὲν οὖν ἐστι διαθέσεως γνωρίσματα τὰ ἀφρώδη καὶ τὰ
18. ἄκρητα, μεμνημένων ἡμῶν ἄκρατα καλεῖσθαι διαχωρήματα
1. τὰ μόνον ἕνα τὸν ἀποκρινόμενον ἔχοντα χυμὸν ἄμικτον ἑτέροις.
2. οὐ μὴν τοῖς ἐκκρίνουσι τὰ τοιαῦτα παροξυνθῆναι
3. τὴν νόσον ἀναγκαῖόν ἐστιν, ἀλλ’ ἐγχωρεῖ καὶ λωφῆσαι κατὰ
4. βραχὺ πεττομένης τῆς διαθέσεως, ἐφ’ ᾖ τὰ τοιαῦτα ἐξεκρίνετο.
5. πότε οὖν ἀναγκαῖον παροξυνθήσεσθαι τὴν νόσον;
6. ὅταν τὰ διαχωρήματα πρὸς τῷ μὴ παύεσθαι τὴν μεταβολὴν
7. εἰς ἀφρώδη τε καὶ ἄκρατα ποιήσηται. χείρονα γὰρ
8. ὄντα τῶν ἔμπροσθεν ἐκκρινομένων ταῦτα παροξυνθήσεσθαι
9. δηλοῖ.