9. Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.
11. Χωρὶς σημείων ἤτοι ἐκκρίσεως ἢ πέψεως.
12. ταὐτὸν δὲ δηλοῖ τῷ καθόλου ἐν ἀφορισμοῖς εἰρημένῳ τῷδε,
13. τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν οὐδὲ φοβεῖσθαι
14. λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. ἡ γὰρ νῦν
15. προκειμένη ῥῆσις ἀποχωρήσασα τοῦ καθόλου τῶν ὑποπεπτωκότων
16. αὐτῷ τι διδάσκει. περὶ γὰρ τῶν ὀλεθρίων ἀποφαίνεται
17. μόνον, οὐχ ἁπάντων τῶν μοχθηρῶν. οὐκ ἐξ ἅπαντος
1. δὲ πᾶν ὅ τι περ ἂν ᾖ μοχθηρὸν ἤδη τοῦτο καὶ
2. ὀλέθριόν ἐστιν. ἀπεδείξαμεν γὰρ ἐν τῷ προγνωστικῷ διαφορὰς
3. πολλὰς τῶν μοχθηρῶν εἰρημένας, ἐφ’ ὧν αὐτὸν τὸν
4. Ἱπποκράτην προσθήκῃ τῶν οἰκείων ὀνομάτων ἐνδείκνυσθαι
5. τὸ μέγεθος αὐτῶν. περὶ μὲν οὖν τῶν ἁπλῶς μοχθηρῶν,
6. οὐ μὴν ὀλεθρίων γε, ἀρκεῖ τοῦτο μόνον γινώσκειν ὡς οὐ
7. χρὴ πιστεύειν αὐτοῖς ἀσήμως παυσαμένοις, ἐπανήξει μὲν
8. γὰρ αὖθις, οὐ μὴν ἀποκτενεῖ γε τὸν ἄνθρωπον. ὅσα δ’
9. εἰς τοσοῦτον προήκει μοχθηρίας, ὡς ἐν τοῖς ὀλεθρίοις εἶναι,
10. ταῦθ’ ὅτι μὲν ἀπιστότερα τῶν μετρίως μοχθηρῶν ἐστιν, οὐ
11. δυνάμενα πιστῶς παύσασθαι, χωρὶς ἐπιφανῶν σημείων, ἐν
12. τοῖς περὶ κρίσεων ἐπὶ πλεῖόν μοι δέδεικται. κατασκευάσαντα
13. γὰρ ἐν τῷ χρόνῳ τὰ τοιαῦτα βλάβην ἑκτικὴν καὶ
14. ἄλυτον ἐπανήξει κατὰ τὸ μέγεθος τῆς αὐτῶν κακίας, τὸ τοῦ
15. κινδύνου φέροντα μέγεθος. ἔνια γὰρ αἴτια τῶν κατὰ τὸ
16. σῶμα γεννωμένων παραπλησίαν ἔχει δύναμιν τῷ τε τῶν
17. λυττώντων κυνῶν ἰῷ καὶ τῶν θανασίμων φαρμάκων ἐκείνοις,
18. ὅσα κατὰ τὰ πεπονθότα ἐπίδηλον οὐδὲν ἐν τῷ παραυτίκα
1. σύμπτωμα ἐργάζεται, μετὰ δὲ τέτταρας ἢ ἕξ μῆνας ἢ καὶ
2. πλείονα χρόνον ἀναιρεῖ τὸν ἄνθρωπον. ἴσμεν δ’ ἐνίους καὶ
3. τῶν ὑπὸ κυνὸς λυττῶντος δηχθέντων ὕστερόν ποτε δείσαντάς
4. τε τὸ ὕδωρ καὶ τελευτήσαντας ἀπὸ τῆς πρώτης ἀρχῆς,
5. ἐν ᾗ δηχθέντες ἔτυχον, μετὰ δύο μῆνας ἢ τρεῖς ἢ τέτταρας
6. ἢ πολὺ πλείους· οἶδα γοῦν τινα καὶ κατὰ ἐνιαυτὸν εἰς
7. τοῦτο δὴ τὸ πάθος, ὃ καλοῦσιν ὑδροφόβον, ἐμπεσόντα, περὶ
8. οὗ πᾶσι τοῖς ἰατροῖς ἔδοξεν ἐσχάτη γίνεσθαι ξηρότης ἐν
9. τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ἅμα τῷ καὶ τὴν κατὰ φύσιν
10. θερμασίαν παρηυξῆσθαι, τετραμμένην ἐπὶ τὸ πυρῶδες.
11. ταύτην οὖν τὴν διάθεσιν ὁ τοῦ κυνὸς ἰὸς ἐργάζεται, πολλῷ
12. χρόνῳ κατὰ βραχὺ δηλονότι, καὶ διὰ τοῦτ’ ἔστιν ἀνιατότερον,
13. διότι τῶν στερεῶν μορίων ἡ οὐσία μεταβάλλεται, καθάπερ
14. εἴωθε κἀν ταῖς καλουμέναις λεύκαις γίνεσθαι. ἄχρι
15. μὲν γὰρ ἐντός ἐστιν ἡ παρὰ φύσιν διάθεσις, ἀλλοιούντων
16. μὲν αὐτῶν τὰ στερεὰ σώματα, μηδέπω δ’ αὐτῶν ἠλλοιωκότων
17. ἅμα τῷ κενωθῆναι ταῦτα καὶ ἡ τῶν στερεῶν ἀλλοίωσις
1. παύεται, ποτὲ μὲν ἡμέρᾳ μιᾷ, ποτὲ δὲ καὶ θᾶττον
2. εἰς τὸ κατὰ φύσιν ἐπανερχομένων. γινομένη γὰρ ἡ διάθεσις
3. καὶ οὔπω γεγονυῖα· συντόμως ἀποκαθίσταται τοῦ ποιοῦντος
4. αὐτὴν αἰτίου χωρισθέντος. συμπληρωθείσης δ’ αὐτῆς,
5. κἂν ἐκκενωθῇ τὰ ποιήσαντα τὴν διάθεσιν ὑγρὰ, πλέον
6. οὐδὲν εἰς ὑγείας λόγον. ὅμοιον γάρ τι συμβαίνει τῷ γινομένῳ
7. περὶ τὰ ξύλα τὰ πλησίον τοῦ μαλθακοῦ κειμένου
8. πυρός. θερμαίνεται μὲν γὰρ μέχρι πολλοῦ, καίεται δὲ οὐδέπω,
9. κἂν φθάσῃς ἀποχωρίσαι τοῦ πυρὸς αὐτὰ πρὶν ἄρξασθαι
10. καίεσθαι, ταχέως ἀποτίθεται τὴν γεγονυῖαν αὐτοῖς
11. θερμότητα. δεξάμενα δ’ εἰς ἑαυτὰ τοσοῦτον, ὡς ἄρξασθαι
12. καίεσθαι, κἂν ἀπαχθῇ τοῦ πυρὸς, οὐδὲν ἧττον καίεται,
13. κἂν εἰς αὐτὸ δὲ τὸ πῦρ τὸ ὑγρὸν ξύλον ἔλθοι, οὐκ εὐθέως
14. ἅπτεται, καθάπερ εἰ στυππίον ἐνθείης ἢ κάλαμον ξηρὸν ἢ
15. θρυαλλίδα, καὶ εἰ μετὰ βραχὺ βαστάσειας τὸ τοιοῦτον ξύλον,
16. ἀποθήσεται τὴν ἐκ τοῦ πυρὸς ἐν αὐτῷ γενομένην
17. ἀλλοίωσιν οὐ μετὰ πολὺν χρόνον. οὔκουν ἀπεικὸς
18. καὶ γεννηθῆναι κατὰ βραχὺ τοιοῦτον ἐν τῷ σώματι χυμὸν,
1. ὁποῖος ὅ τε τῶν λυττώντων κυνῶν ἐστι καὶ τῶν ἐν χρόνῳ
2. πλείονι διαφθειρόντων φαρμάκων, ὡς καὶ λανθάνειν τοὺς
3. πολλοὺς τῶν ἰατρῶν, ὡς ἐπὶ τοῦ διὰ κόπον, ὡς ἔδοξε, μετριώτατον
4. πυρέξαντος, ὃς μετὰ τὴν τετάρτην ἡμέραν ἀπέκρινεν
5. οὖρον, τῇ μὲν συστάσει λεπτὸν, τῇ χρόᾳ δὲ μέλαν,
6. ὡς ἐοικέναι κατ’ ἄμφω τῇ γινομένῃ κράσει μέλανος ὀλίγου
7. γραφικοῦ μιχθέντος ὕδατι πολλῷ, καὶ ἄλλως γε εἰ μὴ τὸ
8. μέλαν αὐτὸ νοήσαιμεν μεμιγμένον, ἀλλὰ κἂν τὴν καλουμένην
9. ὑπὸ τῶν πολλῶν ἀσβόλην, ἣν ἄσβολον οἱ Ἕλληνες ὀνομάζουσιν·
10. ὁ ἄνθρωπος οὗτος ἔδοξεν ἔχειν καλῶς κατὰ τὴν
11. τετάρτην ἡμέραν, ὡς καὶ λούσεσθαι ταῖς ἑξῆς ἡμέραις, εἶτα
12. κατὰ τὴν ἑβδόμην ἡμέραν εἰς ἑσπέραν ἀρξάμενος πυρέττειν
13. ἀπέθανε μαρανθείς. τοῦτο αὐτὸ κατὰ τὴν προκειμένην
14. ῥῆσιν διδάσκεται, τοῖς ἀρίστοις τῶν ἰατρῶν ὠφέλειαν φέρον,
15. οὐ τοῖς ἐπιτυχοῦσιν. οὗτοι γὰρ οὐδὲ γινώσκουσι τὰ τῶν
16. ὀλεθρίων νοσημάτων σημεῖα. νεανίσκος γοῦν τις ἐξέκρινεν
17. ἅμα πυρετῷ βληχρῷ περίπλυσιν ἐρυθρὰν οὐκ ὀλίγην πολλάκις
18. ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ μετὰ χλιαροῦ πυρετοῦ τοὐντεῦθεν
1. ἔδοξε μετριώτερον ἔχειν ὡς τῇ γ΄ τῶν ἡμερῶν
2. ἀπύρετον εἶναι δοκεῖν. ἐγὼ μὲν οὖν ἐπισκοπούμενος αὐτοῦ
3. τὰ οὖρα λεπτὰ καὶ λευκὰ, καθάπερ ὕδωρ ὄντα, τὴν
4. κατὰ τὸ ἧπαρ ἀτονίαν ἐτεκμηράμην διαμένειν, ἐκέλευόν τε
5. τοῖς πρὸς αὐτὴν ἁρμόττουσιν ἐπιθέμασί τε καὶ βρώμασι
6. καὶ συμπάσῃ τῇ διαίτῃ χρῆσθαι. καταγελάσας δέ μου τῶν
7. ἀπὸ Θεσσαλοῦ τις ἰατρῶν, οὐ μόνον αὐτὸς οὐδέποτε τὴν
8. δι’ οὔρων ἐπίσκεψιν πεποιημένος, ἀλλὰ καὶ τοὺς ἐπισκεπτομένους
9. αὐτοὺς γναφέας ἀποκαλῶν, κεκώλυκε βοηθεῖσθαι
10. τὸν ἄνθρωπον, ἀναθρέψεως μόνης ἐπὶ κενώσει χρῄζειν εἰπών.
11. ἀλλὰ καὶ τοῦτο κατὰ τὴν ἑβδόμην ἀπὸ τῆς ἀρχῆς
12. ἡμέραν ἐπελθὸν τὸ νόσημα φανερὸν ἐγένετο πᾶσιν ἡπατικὸν
13. ὑπάρχον. τὰ μὲν οὖν τοιαῦτα πάντα παρατρέχουσιν
14. οἱ ἐξηγηταὶ μεγάλως ὄντα χρήσιμα, κατατρίβονται δ’ ἐνίοτε
15. περὶ λεξίδια μηδ’ ὅλως χρήσιμα.