2. Τὰ ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα
3. κακόν. κακὸν δὲ καὶ οὖρα τοιαῦτα· ἆρα
4. τουτέοισιν ἧπαρ ἐπώδυνον;
6. Τὸ πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένον ἐρῶ καὶ νῦν.
7. ὁ συνθεὶς τὸ βιβλίον τοῦτο φαίνεται μὲν ἀπὸ τῆς αὐτῆς
8. ὢν Ἱπποκράτει τῷ μεγάλῳ τέχνης, ἀπολείπεται δ’ αὐτοῦ
9. πάμπολλα, καὶ διὰ τοῦτο ἐνίοις μὲν ἔδοξε τοῦ Δράκοντος
10. Ἱπποκράτους, ἐνίοις δὲ τοῦ Θεσσαλοῦ τὸ σύγγραμμα τοῦτο
11. εἶναι. δύο γὰρ υἱεῖς τοῦ μεγάλου Ἱπποκράτους ὁμολογοῦνται
12. γεγενῆσθαι, Δράκων καὶ Θεσσαλὸς, ὦν ἑκατέρου πάλιν
13. Ἱπποκράτης. εἴτ’ οὖν ὑπὸ θατέρου τούτων εἴτε καὶ
14. ὑπ’ ἄλλου τινὸς ἐγράφη τὸ βιβλίον εἴτ’ ἔφθασεν ὁ γράψας
15. αὐτὸ πρὶν ἐκδοῦναι τοῖς Ἕλλησιν ἀποθανεῖν, περιττόν ἐστιν
16. ἔργον ζητεῖν. ἱκανὰ γὰρ καὶ τὰ νῦν εἰρημένα περὶ αὐτοῦ.
17. σπούδασμα δ’ ἔστω τοῖς ἀναγινώσκουσιν αὐτὸ τὴν διάνοιαν
18. τῶν λεγομένων ἐξετάζειν. ἡ δὲ ἐξέτασις ἔστω διττὴ πρός
1. τε τὴν τῶν ὁμολογουμένων Ἱπποκράτους βιβλίων καὶ πρὸς
2. τὴν τῶν πραγμάτων ἀλλήθειαν ἀναφερόντων ἡμῶν, ὅ τι περ
3. ἂν αὐτῷ λέγηται. καὶ νῦν αὐτὸ τὸ προκείμενον οὕτως ἐξετάσωμεν,
4. ὡς ἐπιπλέκοντος ἐνίοτε συμπτώματα τοῦδε
5. τοῦ ἀνδρὸς, ὦν ἑκάστου καθ’ ἑαυτὸ τὴν δύναμιν ἐμάθομεν
6. ἐν τῷ προγνωστικῷ. τὰ γὰρ ἔκλευκα καὶ τὰ ἀφρώδη διαχωρήματα
7. μοχθηρὰ λέλεκται κατ’ ἐκεῖνο τὸ βιβλίον. ἀλλὰ
8. καὶ ὅτι κινδυνεύουσιν ἐν ταῖς νόσοις ἧττον, οἷς ἂν οἰκείη
9. τῆς φύσεως ἡ νόσος ᾖ, μεμαθήκαμεν ἐν τοῖς ἀφορισμοῖς,
10. ὥσθ’ ὅσοις ἂν μὴ οἰκεία τύχοι, μᾶλλον οὗτοι κινδυνεύουσι.
11. τοῖς οὖν χολώδεσιν εἴτ’ ἀνθρώποις εἴτε νοσήμασι χολῶδες
12. διαχωρεῖν ἢ οὐρεῖν οἰκεῖον. ἄχολα δὲ καὶ λευκὰ παρὰ τὴν
13. φύσιν αὐτῶν ἐστι καὶ διὰ τοῦτο μοχθηρά. ἀφρώδη δὲ διαχωρεῖν
14. ἁπάσαις φύσεσι κακόν. εἰ μὲν δὴ ταῦτ’ εἴρητο
15. μόνα κατὰ τὴν προκειμένην ῥῆσιν, οὐδὲν ἂν ἦν ζήτημα,
16. προσκειμένου δὲ τοῦ περίχολα μέγιστον γίνεται ζήτημα.
17. πῶς γὰρ ἂν χολώδεά τε ἅμα καὶ ἔκλευκα διαχωρεῖσθαι δυνατόν
18. ἐστιν; ἐγὼ μὲν οὖν νομίζω καὶ ταύτην τὴν λέξιν
1. ἡμαρτῆσθαι, καθάπερ καὶ ἄλλας πολλάς. ἄμεινον γὰρ ἦν
2. ἢ μὴ περίχολα γεγράφθαι κατὰ αὐτὴν ἢ μηδ’ ὅλως γεγράφθαι
3. τὰ ἔκλευκα, εἰ δέ περ ἀναγκαζόμεθα τὴν λέξιν
4. ὡς ἀναμάρτητον ἡγεῖσθαι, δυοῖν θάτερον, ἢ τὸν μὲν ἕνα
5. καιρὸν ἔκλευκα διαχωρεῖσθαι νομιστέον, ἐν ἑτέρῳ δὲ περίχολα,
6. ἢ εἴπερ ἑνὶ χρόνῳ βούλοιτό τις ἀμφότερα λέγειν ἐκκρίνεσθαι,
7. τὰ μὲν ἔκλευκα τῶν ἑστώτων τε καὶ σκληρῶν
8. διαχωρημάτων τὴν χρόαν δηλώσει, τὰ περίχολα δὲ τὰ πέριξ
9. αὐτῶν ἔχοντα χολὴν τῇ συστάσει λεπτήν. εἰώθασι δὲ ὀνομάζειν
10. τὰς τοιαύτας ἐκκρίσεις περίχρους. τά γε μὴν οὖρα
11. τοιοῦτον μὲν ἔχειν οὐδὲν δύναται μεμιγμένον, ἤτοι δὲ θάτερον
12. τῶν εἰρημένων ἐπ’ αὐτῶν ἢ τὸ ἕτερον ἀκούειν ἀναγκαῖόν
13. ἐστιν. ἄμφω δὲ μοχθηρὰ, τό τε ἔκλευκον καὶ τὸ
14. περίχολον. ἀκοῦσαι δὲ ἐπὶ τῶν οὔρων τὸ περίχολον ἀναγκαῖόν
15. ἐστιν, αὐτὸ τὸ περιττῶς χολῶδες. οὐ γὰρ οἷόν τε
16. κατὰ τὸν αὐτὸν τρόπον, ὃν ἐπὶ τῶν διαχωρημάτων εἶπον,
17. ἐγχωρεῖν γενέσθαι τὰ περίχολα μετὰ τῶν ἐκλεύκων, οὕτω
1. κἀπὶ τῶν οὔρων ἀκούειν. ὃ ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψεν,
2. ἆρά γε τούτοισι ἧπαρ ἐπώδυνον; ὀρθῶς εἵρηται. τισὶ
3. μὲν γὰρ αὐτῶν ἐπώδυνον γίνεται, τισὶ δὲ οὒ, διὰ φλεγμονὴν
4. καὶ δι’ ἔμφραξιν καὶ διάθεσιν φλογώδη κατά τε τὴν
5. γαστέρα καὶ διὰ τῆς κύστεως ἐκκρίνεσθαι. λέλεκται δέ σοι
6. περὶ τῶν τοιούτων ἁπάντων ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν
7. ἐν ταῖς ἡμετέραις πραγματείαις, ὥστε οὐ χρὴ νῦν καθ’
8. ἑκάστην ῥῆσιν ἀποδείξεις ἀκούειν φυσικὰς, ἀλλ’ ἀρκεῖσθαι
9. μόνοις τοῖς ἐξ αὐτῶν ἀποδεδειγμένοις.