12. Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται
13. σιγῇ, ὀλέθριον.
15. Ἁπάντων μὲν τῶν παλαιῶν ἀντιγράφων τὴν γραφὴν
16. ταύτην ἐχόντων, ἁπάντων δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον
1. δεχομένων αὐτὴν, ἔνιοι τῶν χθὲς καὶ πρώην γεγονότων μεταγράφουσιν
2. εἰς τοιαύτην λέξιν, ἣν ἐξηγήσασθαι ῥᾷστον
3. αὐτοῖς. ἐγὼ δὲ τὸν μὲν ἀποροῦντα περὶ τῆς ἐξηγήσεως ὑπονοῆσαί
4. τε τὴν λέξιν ἡμαρτῆσθαι καὶ μεταγράψαι πρὸς τὸ
5. φαινόμενον ἀληθὲς οὐ μέμφομαι· τὸ δ’ οὕτω γεγραμμένον
6. ἐξ ἀρχῆς, ὡς αὐτὸς ἐτόλμησε μεταγράψαι τὴν ἐξήγησιν
7. ποιεῖσθαι, μέμψεως ἄξιον εἶναι νομίζω. πεποιηκότων δ’
8. ἐνίων τοῦτο κατὰ πολλὰς λέξεις, ἐπὶ πάντων μεμνῆσθαι
9. τῆς ῥᾳδιουργίας αὐτῶν μακρὸν εἶναι νομίζω. ὥσπερ
10. δὲ καὶ ἄλλα πολλὰ τῶν καθ’ ὅλον τὸ βιβλίον γεγραμμένων
11. ἅπαξ ἢ δὶς ἐπεσημηνάμην, οὕτω καὶ τοῦτο. λέλεκται μὲν
12. οὖν μοι ταῦτα διὰ τοὺς ὅλον ἀφελόντας τῆς προκειμένης
13. ῥήσεως τὸ σιγῇ ὀλέθριον. ἐγὼ δὲ ἡγοῦμαι τὴν
14. διάνοιαν εἶναι τοιαύτην· αἱ ἐν πυρετῷ ἀφωνίαι, ὅσαι κατὰ
15. σπασμώδη τρόπον γίνονται τελευτῶσιν εἰς τὴν μετὰ σιγῆς
16. ἔκστασιν ὀλέθριον. τὸ δ’ εἴτε πάθος ἢ σύμπτωμα προσυπακοῦσαι
17. δεῖ τοῦτο, συνήθως οὕτως ἑρμηνεύοντος τοῦ γράψαντος
18. τὸ βιβλίον. χρὴ τοίνυν τὸ σιγῇ κατὰ δοτικὴν
1. πτῶσιν ἀκούειν, συντάττοντας τὸ ἐξίστανται τῷ σιγῇ· κατὰ
2. δοτικὴν δὲ πτῶσιν ἀκουόμενον τὸ σιγῇ οὐκέτι αὐτὸ σημαίνει
3. μόνον τὸ ἐξίστανται μετὰ σιγῆς πάνυ κακόν· δῆλος
4. γάρ ἐστι πάλιν ὑποτάξας τῷ σιγῇ τὸ ὀλέθριον, ὅπερ ἀκουστέον
5. ἀντὶ τοῦ λεληθότως τε καὶ ἀδήλως τοῖς πολλοῖς. γιγνομένων
6. οὖν ἀφωνιῶν κατὰ πολλοὺς τρόπους, ὡς δέδεικται
7. νῦν, οὗτός φησι τὴν σπασμώδη τρόπον γινομένην ἀφωνίαν
8. εἰς τὴν μετὰ σιγῆς ἔκστασιν τελευτᾷν. τίνων τοίνυν σπασμώδη
9. τρόπον ἀκούσομεν; εἴπῃ τις τῶν φωνητικῶν ὀργάνων,
10. ἃ καὶ τῷ παραλελύσθαι καὶ τῷ μηδ’ ὅλως ὑπὸ τῆς
11. προαιρέσεως κινεῖσθαι τῆς ἀφωνίας αἴτια γίγνεται. τούτων
12. οὖν τὴν διάθεσιν ἀφορίζων τὴν σπασμώδη, διὰ τοῦτο
13. εἶπεν, αἱ ἐν πυρετοῖς ἀφωνίαι σπασμώδεα τρόπον. αὗται
14. τοίνυν οὐ μετὰ θορύβου καὶ κραυγῆς, οὐ γὰρ δύνανται
15. φωνεῖν οἱ ἄφωνοι γεγονότες, ἀλλὰ μετὰ σιγῆς εἰς ἔκστασιν
16. ἀφικνοῦνται καὶ ζήτημα οὐδέν ἐστι πῶς ἐξίστανται μετὰ
1. σιγῆς οἱ μηδ’ ὅλως φωνεῖν δυνάμενοι. πόθεν οὖν, φασὶ,
2. γνῶμεν αὐτοὺς ἐξισταμένους; γελοιότατον ἐρωτῶντες ἐρώτημα,
3. μόνοις πρέπον ἐκείνοις ἐρωτᾷν, ὅσοι μηδέποτε ἑωράκασι
4. βεβλαμμένους τὴν διάνοιαν ἀνθρώπους. κἂν γὰρ
5. μὴ φθέγγωνται, τῷ μὴ βλέπειν αὐτοὺς προσηκόντως τοὺς
6. συνήθεις μήτ’ ἐρωτωμένους ἃ πεπόνθασι λέγειν ἢ διὰ γραφῶν
7. ἢ νευμάτων ἐνδείκνυσθαί τε κινήσεις ἀλόγους, ἀναπηδῶντας
8. ἢ ἐσπασμένους ἀτάκτως, ἐνδεικτικόν ἐστι τῆς παραφροσύνης
9. αὐτῶν, κἂν ἰσχυρῶς ἐκστατικὸν τούτων γίνεται
10. τὸ πάθος, οὐ παραφροσύνην ἁπλῶς, ἀλλ’ ἔκστασιν εἰκότως
11. ὀνομάζομεν.