6. Οἱ ἐξ ὑποχονδρίων ἀλγημάτων πυρετοὶ κακοήθεες.
8. Εἴθ’ ὁ συνθεὶς τὸ βιβλίον εἴτ’ ἄλλος ἔγραψεν
9. αὐτὸς τήνδε τὴν ῥῆσιν, οὐκ ἐπαιτῶ. χωρὶς γὰρ διορισμοῦ
10. λεγομένη διττῶς ἐστι ψευδὴς, ὅτι καὶ διττοῦ διορισμοῦ
11. δεῖται. πολλῶν γοῦν ἐν τοῖς ὑποχονδρίοις κειμένων
12. μορίων οὐκ ἐπὶ πᾶσιν αὐτοῖς οἱ πυρετοὶ κακοήθεις εἰσὶν,
13. ἀλλ’ ἐπὶ διαφράγματι καὶ γαστρὶ καὶ ἥπατι. γινώσκομεν δ’
14. ὅτι καὶ τῶν μυῶν ἔνιοι τῶν ἐνταῦθα φλεγμαίνοντες ἀνάπτουσι
15. πυρετούς. οὐ μὴν οὐδ’ ὅταν ἐφ’ ἥπατος ἢ γαστρὸς
16. ἢ διαφράγματος φλεγμονὴ γίγνηται, πυρετὸς εὐθὺς οὗτός
17. ἐστι κακοήθης, ἀλλ’ ὀξὺς ἴσως ἂν εἴη, καίτοι γε οὐδὲ τοῦτο,
1. κακοήθης δὲ οὐδέπω. διότι δὲ μηδ’ ὀξὺν ἀεί φημι γίγνεσθαι,
2. μαρτυρεῖ μὲν καὶ ἡ πεῖρα καὶ ὁ λόγος δὲ ἀποδείκνυσιν,
3. ἀπὸ τῶν ἐκτὸς φλεγμονῶν ἐναργῆ κομιζόμενος πίστιν.
4. ἀνάλογον γὰρ ἀεὶ τῷ μεγέθει τῶν φλεγμονῶν τῶν
5. πυρετῶν ἀκολουθούντων. ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον ἀεὶ
6. φλεγμαίνειν ἰσχυρῶς τῶν ἐν ὑποχονδρίοις τι κυρίων μορίων,
7. οὕτως οὐδὲ πυρετὸν ὀξὺν ἐπιφέρειν. ἀφίημι τοιγαροῦν τὴν
8. λέξιν τοῖς καὶ τῶν ψευδῶς εἰρημένων αἰτίας ψευδεῖς ὡς
9. ἀληθεῖς λέγουσιν. ἐμοὶ δ’, ὡς ἔφην, οὔτε συναγορεύειν τινὶ
10. πρόκειται τῶν παλαιῶν οὔτε φιλονείκως αὐτοῖς ἀντιλέγειν,
11. ἀλλ’ ἅπερ ἀληθῶς οἶδα γιγνόμενά τε καὶ φαινόμενα κατὰ
12. τοὺς ἀῤῥώστους, ταῦτα καὶ τοῖς ἀσκοῦσι τὴν ἰατρικὴν τέχνην
13. διέρχεσθαι.