16. Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι κακόν.
1. Μέρος ἐστὶ καὶ τοῦτο τοῦ καθόλου λόγου, καθ’ ὃν
2. πάντα τὰ παρὰ λόγον ῥηΐζοντα πρῶτον μὲν ἄπιστά φησιν
3. ὑπάρχειν, εἶτα καὶ κινδυνώδη πολλάκις, ὅταν καὶ αὐτὰ
4. παρὰ λόγον ῥηΐζοντα τὰ κινδυνώδη συμπτώματα. εἴρηται
5. δέ τις καὶ ἄλλος ἐν ἀφορισμοῖς καθόλου λόγος, ἐφ’ ᾧ καὶ
6. αὐτὸ λέλεκται τὸ νῦν εἰρημένον. ὁκόσοι γὰρ πονέοντές τι
7. τοῦ σώματος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν
8. ἡ γνώμη νοσεῖ. τὸ τοίνυν ἐν ὀξέσι νοσήμασι παραλόγως
9. λυθῆναι δίψαν, ὅτι μὲν κακόν ἐστι σημεῖον αὐτὸ τὸ
10. παρὰ λόγον λυθῆναι διδάσκει ἱκανῶς. ὅτι δὲ καὶ τῆς
11. γνώμης βλάβην σημαίνει, ἐκ τούτου δῆλόν ἐστιν, ὅτι τῆς
12. διαθέσεως ἔτι μενούσης ἀναίσθητός ἐστιν αὐτὸς, καίτοι γε
13. ὀδυνηρᾶς οὔσης διαθέσεως. τὸ δὲ παραλόγως ὁποῖόν τι
14. δηλοῖ, πολλάκις μὲν ἐν πολλοῖς εἷπον, οὐ χεῖρον δὲ καὶ νῦν
15. ἀναμνῆσαι, ὅταν μήθ’ ἰδρῶτος γενομένου μήτε ἐμέτου μήτε
16. διαχωρήσεως, ἀλλὰ μηδὲ ἀποστήματος κρισίμου λυθῆναι
17. συμβῇ τὴν δίψαν, οὐ τῷ πεπαῦσθαι τὴν διάθεσιν, ἀλλὰ
1. τῷ τὴν αἴσθησιν ἠμαυρῶσθαι. τοῦτο γιγνόμενον οὐκ ἀγαθόν
2. ἐστι σημεῖον. ἐὰν δὲ γλώσσης ξηρᾶς μενούσης καὶ
3. τῶν οὔρων ἀπέπτων ὄντων ἡ δίψα παύσηται, βεβαιότερον
4. ἔτι διαγνώσῃ τὴν κακίαν τῆς διαθέσεως. ἐὰν δὲ καὶ χωρὶς
5. τοῦ τὸν ἰατρὸν ἐπιθεῖναί τι τῶν ψυχόντων τε καὶ ὑγραινόντων
6. ἔξωθεν, ἐπειδὴ καὶ μᾶλλον τὰ τοιαῦτα τὴν ἐν ὀξέσι
7. νοσήμασι δίψαν οὐ παύειν, ἀλλὰ πραΰνειν πέφυκε, παντοίως
8. δὲ κακὸν τὸ παύεσθαι τελέως τὴν δίψαν ἐν ὀξέσι νοσήμασι.
9. καί μοι μέμνησο τῶν εἰρημένων ἄρτι, τῷ τοῦ παραλόγως
10. λύεσθαι παραδείγματι, ὅπως μὴ πολλάκις αὐτῶν χρῄζῃς
11. ἀκούειν.