Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.58, ed. Kühn, 1829, vol. 16, p. 636-638. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.58


5. Καὶ οὖρα δ’ ἐπίπονα, πονηρόν.

7. Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων οὖρα πέπονα γέγραπται
8. καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον οὕτως ἴσασι γεγραμμένον,
9. ὅτι μὴ Ῥοῦφος ὁ Ἐφέσιος, ἀνὴρ φυλάσσειν μὲν
10. ἀεὶ πειρώμενος τὰς παλαιὰς γραφὰς, ἐνταυθοῖ δὲ
11. ἐπιτιμῶν Ζεύξιδι, τῷ παλαιτάτῳ ἐμπειρικῷ, τῷ εἰς ἅπαντα
12. τὰ Ἱπποκράτους βιβλία γεγραφότι ὑπομνήματα, τάδε φησὶν
13. αὐτοῖς ὀνόμασι· Ζεῦξις δὲ, εἰ ἄρα δεῖ καὶ τούτου μνημονεῦσαι,
14. κατὰ πολὺ διαφεύγων τὸ ἀσύνετον ἐνταῦθα διαπέφηνεν.
15. ἐπιπεσὼν γὰρ ἁμαρτήματι ἐφύλαξεν αὐτό. βούλεται
16. γὰρ γεγράφθαι τὸ οὖρα πέπονα, ὡσεὶ καὶ οὖρα πυώδη
17. καὶ πάχος ἔχοντα μοχθηρὸν, οὐκ εἰδὼς τοῦθ’ ὅτι ταῦτ’ ἐν
1. τοῖς μεγίστοις βοηθήμασι καταριθμεῖται. ταῦτα μὲν ὁ
2. Ῥοῦφος οὐκ ἀγεννῶς ἔγραψε πρὸς τὸν Ζεῦξιν, ἡμαρτῆσθαι
3. λέγων τὴν πέπονα γραφὴν, ταύτης δὲ τὴν τὰ ἐπίπονα
4. προελόμενος, ἵνα σημαίνῃ τὰ μετὰ πόνου ἀποκρινόμενα.
5. τοῖς δὲ προσιεμένοις τὴν πέπονα γραφὴν εἴρηταί τινα μὲν
6. ἀπίθανα μηδὲ τοῦ μνημονεύειν αὐτῶν ἄξια. πιθανὸν δέ
7. τι δυνάμενον παρακρούσασθαι τοὺς πολλοὺς τοιοῦτον, ἐπειδὴ
8. φαίνεται λέγων ὁ Ἱπποκράτης, τὰ κρίσιμα μὴ κρίνοντα,
9. τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. διὰ τοῦτό φησι καὶ
10. τὰ πέπονα οὖρα, ὅταν μὴ λύει τὴν νόσον, οὐκ ἀγαθὸν εἶναι
11. σημεῖον. ἀγνοοῦσι δ’ οὗτοι κρίσιμα μὲν ὑφ’ Ἱπποκράτους
12. ὀνομαζόμενα, συμπτώματά τε καὶ σημεῖα, τὰ σημαίνοντα
13. κρίσιν ἢ καὶ ποιοῦντα παρ’ ἑαυτῶν, καθάπερ αἱμοῤῥαγία
14. ἢ διὰ γαστρὸς κένωσις, οὔρων τε πλῆθος, ἔμετος,
15. ἐπιμήνια, αἱμοῤῥοῒς, παρωτίδες, ἀποσκήμματα πᾶν, ἄλλο.
16. τούτων δὲ ἕτερα τὰ τῆς πέψεως σημεῖα περὶ ὧν αὐτὸς
17. εἶπεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν. οἱ δὲ πεπασμοὶ ταχύτητα
18. κρίσεως, ἀσφάλειαν εἰς ὑγίειαν σημαίνουσι, καὶ μέντοι
1. κἀν τῷ προγνωστικῷ ἐπὶ τῶν οὔρων αὐτὸς ἔγραψεν· οὖρον
2. δὲ ἄριστον μέν ἐστιν, ὅταν ἡ ὑπόστασις λευκή τε εἴη
3. καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ
4. ἡ νοῦσος, σημαίνει τε γὰρ ἀσφάλειαν καὶ τὸ νόσημα ὀλιγοχρόνιον
5. ἔσεσθαι. πάρεστι δέ σοι καὶ τήνδε τὴν τῶν νοσημάτων
6. διήγησιν, ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀναγνόντα
7. μαθεῖν, ὡς οὐδεὶς τῶν ἀποθανόντων οὔρησε πέπονα.
8. χρὴ δὲ γινώσκειν σε κατὰ πολλὰ τῶν ἀντιγράφων ἁπλῶς
9. γεγραμμένον καὶ οὖρα πέπονα μὴ προσκειμένου τοῦ πονηρά.
10. ἐπενήνεκται γὰρ ὀλίγον ὕστερον καὶ τούτοις καὶ τοῖς ἐφεξῆς
11. εἰρημένοις οὔροις τὸ πονηρά.

Cliquer un n° de page pour en afficher l’image