Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.) [n° 095 Fichtner] [GalLat]

Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
Diels, 1915.
Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, p. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

Galeni in Hippocratis Praedictionum librum I commentarius, 2.59, ed. Kühn, 1829, vol. 16, p. 638-640. urn:cts:greekLit:tlg0057.tlg088.1st1K-grc1:2.59


14. Καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα κατεχόμενα
15. καὶ τὰ ἰώδεα πονηρά. καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι οἷον
16. στάξιας.

1. Περὶ τῶν εἰρημένων οὔρων ὁ λόγος, συνάψαι δὲ χρὴ
2. ταῦτα σαφηνείας ἕνεκα, ὡς γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε·
3. καὶ οὖρα ἐπίπονα καὶ τὰ ἐρυθρὰ ἐκ τούτων ἐπανθίσματα
4. κατεχόμενα καὶ τὰ ἰώδεα πονηρά. τὸ τοίνυν ἐκ τούτων,
5. ἐκ τῶν ἐπιπόνων οὔρων βούλεται σημαίνειν, οὐκ ἐκ τῶν
6. πεπόνων. οὐδὲ γὰρ ἐφίσταταί ποτε πεπανθεῖσιν οὔροις
7. οὔτε ἐπανθίσματα κατὰ χροιὰν ἐρυθρὰ οὔτ’ ἰώδη. τὸ δὲ
8. κατεχόμενα πρόσκειται τοῖς τοιούτοις οὔροις, ἤτοι μόγις
9. ἐκκρινόμενα δηλοῦν ἢ καὶ τελείως ἰσχόμενα. φαίη δ’ ἂν
10. τις ἴσως ἀδύνατον εἶναι τὰ κατεχόμενα διαγνῶναι τίνος
11. ἐστὶ χροιᾶς, ἀλλ’ ὅταν φθάνῃ τε πρότερον οὐρεῖσθαι τοιαῦτα
12. καὶ μετὰ τὴν ἐπίσχεσιν ἐκκριθῇ, βιασαμένων τῶν ἀῤῥώστων
13. ἢ καὶ πραγματευσαμένων τῶν ἰατρῶν, ἅμα τε τῷ τὰς
14. χρόας αὐτῶν ἐγνῶσθαι καὶ τὸ κατέχεσθαι καὶ οὕτως ἀποκρίνεσθαι
15. λέγων ἄν τις οὐ ψεύσηται. προσκειμένου δὲ τῷ
16. λόγῳ καὶ τοῦ μικρὰ ἐπιφαίνεσθαι οἷον στάξιας, ἔτι καὶ
17. μᾶλλον ἥ τε τῆς χροιᾶς αὐτῶν γνῶσίς ἐστι σαφὴς καὶ ἀληθὲς
1. τὸ κατέχεσθαι. μεμνῆσθαι δέ σε βούλομαι τῶν κατὰ
2. τὸ προγνωστικὸν εἰρημένων ἐπὶ τῶν ὑπερύθρων οὔρων κατὰ
3. τήνδε τὴν λέξιν. εἰ δὲ εἴη τὸ οὖρον ὑπέρυθρον καὶ ἡ
4. ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολυχρονιώτερον μὲν
5. τοῦτο τοῦ πρόσθεν γίνεται, σωτήριον δὲ κάρτα. τῶν τοίνυν
6. ἐξερύθρων οὔρων ὧν νῦν μέμνηται, πάμπολυ διαφέρει
7. τὸ κατὰ προγνωστικὸν ὑπέρυθρον λελεγμένον. τὸ μὲν γὰρ
8. ἐξέρυθρον ὅτι τῶν ἀπέπτων ἐστὶ καὶ πρόσθεν ἐδήλωσα, τὸ
9. δ’ ὑπέρυθρον ἐπαινεῖ μὲν ὡς σωτήριον, χρόνου δὲ πλείονος
10. εἶναί φησι σημεῖον. ὅτι δὲ καὶ τὸ ἐρυθρὸν οὖρον ἐν
11. τῷ μέσῳ τοῦ τ’ ἐξερύθρου καὶ τοῦ ὑπερύθρου τεταγμένον
12. ἐν τῷ μεταξὺ καθ’ ἑκάτερον αὐτῶν ἐστιν ἐπαίνου τε καὶ
13. ψόγου πρόδηλον.

Cliquer un n° de page pour en afficher l’image