16. Καὶ ἔμετοι μετὰ ποικιλίας κακὸν, ἄλλως τε καὶ ἐγγὺς
17. ἀλλήλων ἰόντων.
1. Ὑπαλλάξειεν ἄν τις τὸ τῆς ἑρμηνείας ἀλλόκοτον, ᾧ
2. φαίνεται χαίρων ὁ γράψας τὸ βιβλίον. ὁ δὲ λόγος ἔσται
3. τοιοῦτος καὶ ἔμετοι κατὰ ποικιλίας τῶν ἐμουμένων κακὸν
4. σημεῖόν ἐστιν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων τῶν
5. ἐμουμένων, ὅπερ ἐστὶν οὐ μετὰ πολὺν χρόνον καὶ διὰ τοῦ
6. προσθεῖναι τοῦτο τῆς ποικιλίας τῶν ἐμουμένων ἐμνημόνευσε.
7. φαίνεται γὰρ οὐ πάντων τῶν ἐν τῷ προγνωστικῷ
8. μνημονεύων, εἰ μή τις προσθεῖναι βούλοιτο. γέγραπται δὲ
9. ἐν τῷ προγνωστικῷ περὶ τῶν ἐμέτων οὕτως· εἰ δὲ εἴη τὸ
10. ἐμούμενον πρασοειδὲς ἢ πελιδνὸν ἢ μέλαν, ὅ τι ἂν εἴη τούτων
11. τῶν χρωμάτων, πονηρὸν χρὴ νομίζειν εἶναι. εἰ δὲ καὶ
12. πάντα τὰ χρώματα ὁ αὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον
13. γίνεται. τὰ μὲν ἐν τῷ προγνωστικῷ σαφῶς εἴρηται,
14. μεμφομένου τοῦ Ἱπποκράτους τὴν ποικιλίαν τῶν ἐμουμένων,
15. ἐπειδὴ πολλὰς διαθέσεις μοχθηρὰς κατὰ τὸ σῶμα τοῦ κάμνοντος
16. ἐνδείκνυται. κατὰ δὲ τὴν προκειμένην ἐνταῦθα
17. ῥῆσιν, ὡς ἔφην ἄρτι, πρόσκειται τὸ συνεχῶς ἐπ’ ἀλλήλοις
18. ἐμεῖσθαι τοὺς παρὰ φύσιν ἐν τῷ σώματι πλεονάζοντας χυμούς.
1. ὅτι δὲ οἱ συνεχῶς κενούμενοι χείρους εἰσὶ τῶν διαλειπόντων
2. εὔδηλον παντί. πολλοὶ μέντοι τῶν ἐξηγησαμένων
3. τὸ βιβλίον τοῦτο μίαν ῥῆσιν ἐξ ἁπάντων ποιοῦνται τῶν
4. ἀπὸ τῆσδε τῆς ἀρχῆς προειρημένων. ἱδρὼς πολὺς ἅμα
5. πυρετοῖς ἐν ὀξέσι γινόμενος φλαῦρον. ἀλλήλοις ἅπαντα
6. συνῆφθαι βουλόμενοι ἄχρι τοῦ, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων
7. ἰόντων, ὡς ἐφ’ ἑνὸς ἀῤῥώστου, μίαν συνδρομὴν ἡγεῖσθαι
8. τῶν γεγραμμένων, μεταξὺ τῆς ἀρτίως ἀρχῆς εἰρημένης
9. καὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει τελευτῆς καὶ δυνατόν
10. ἐστι κατὰ τὴν διάνοιαν ταύτην ὑπὸ τοῦ γράψαντος τὸ
11. βιβλίον ἐζεῦχθαι ταῦτα τὰ εἰρημένα συμπτώματα. φαίνεται
12. γὰρ ἐξ ἀνομοιογενῶν ἐνίοτε συνδρομὰς ποιούμενος.