15. Ὁκόσα ἐν κρισίμοις ἀλυσμῷ ἀνιδρῶτι περιψύχεται κακόν·
16. καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων κακά.
1. Ὅτι καὶ τῶν κατὰ τὴν ῥῆσιν ταύτην ἐκ τῶν ὑφ’ Ἱπποκράτους
2. κατὰ μόνας εἰρημένων ἤθροισε τὴν συνδρομὴν,
3. εὔδηλόν ἐστιν. ὅ τε γὰρ ἀλυσμὸς ἀεὶ κακὸν, ὡσαύτως δὲ
4. καὶ τὸ περιψύχεσθαι ὡς πρὸς τοῦτον κακόν ἐστι. τὸ δὲ
5. κατὰ τὰς κρισίμους ἡμέρας τὰ φαινόμενα πάντα
6. πιστότερον τῶν ἄλλων εἶναι, παρ’ ἐκείνου μεμαθήκαμεν.
7. ἐνταυθοῖ δὲ πρόσκειται κακῶς τῷ ἀλυσμῷ τὸ ἀνιδρῶτι·
8. δόξει μὲν γὰρ ὁ μεθ’ ἱδρῶτος ἀλυσμὸς οὐκ εἶναι κακὸς, ἢ
9. εἴπερ ἐστὶν, οὐδὲν ἦττον, ἀλλὰ καὶ μᾶλλον κακὸς, οὐ μόνον
10. ἐκ περιττοῦ φανεῖται. τὸ δ’ ἀνιδρῶτι προσκείμενον, ἀλλὰ
11. καὶ πρὸς κακοῦ τῶν ἀναγινωσκόντων τὸ βιβλίον ἡγησομένων
12. τὸν χωρὶς ἱδρῶτος ἀλυσμὸν, κακοηθέστερον εἶναι τοῦ
13. σὺν ἱδρῶτι. καὶ μέντοι καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον
14. καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τούτων κακὰ ψεῦδός ἐστιν
15. ἁπλῶς οὕτως ῥηθὲν, ὡς εἴρηται νῦν. ἐὰν μὴ προστεθῇ
16. καθάπερ τῷ ἀλυσμῷ, οὕτως καὶ τῷ ῥίγει τὸ χωρὶς ἱδρῶτος
17. καὶ μᾶλλον ἐπὶ τοῦ ῥίγους ἡ προσθήκη γνώριμός τε καὶ
18. χρήσιμος. ὁ μὲν γὰρ ἱδρῶτος χωρὶς ἀλυσμὸς ἧττον κακόν
1. ἐστι. τὸ δὲ μὴ μεθ’ ἱδρῶτος ῥῖγος μεῖζον κακὸν, ὡς ἐάν
2. γε κρίσιμον ῥῖγος ἐπ’ ἀλυσμῷ γένηται, λύει τὴν νόσον καὶ
3. ἱδρώτων ἐπιγενομένων ἢ ἐμέτων χρηστῶν ἢ γαστρὸς
4. ὑπελθούσης.